Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ἄιες, ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς,
ἀχὰν οἵαν ἁ δύστανος
150μέλπει νύμφα;
τίς σοί ποτε τᾶς ἀπλά-
του κοίτας ἔρος, ὦ ματαία;
σπεύσει θανάτου τελευ-
τά: μηδὲν τόδε λίσσου.
155εἰ δὲ σὸς πόσις
καινὰ λέχη σεβί-
ζει, κείνῳ τόδε μὴ χαράσσου:
Ζεύς σοι τάδε συνδικήσει.
μὴ λίαν
τάκου δυρομένα σὸν εὐνάταν.