previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰάσων
ἀλλά σ᾽ Ἐρινὺς ὀλέσειε τέκνων
1390φονία τε Δίκη.

Μήδεια
τίς δὲ κλύει σοῦ θεὸς δαίμων,
τοῦ ψευδόρκου καὶ ξειναπάτου;

Ἰάσων
φεῦ φεῦ, μυσαρὰ καὶ παιδολέτορ.

Μήδεια
στεῖχε πρὸς οἴκους καὶ θάπτ᾽ ἄλοχον.

Ἰάσων
1395στείχω, δισσῶν γ᾽ ἄμορος τέκνων.

Μήδεια
οὔπω θρηνεῖς: μένε καὶ γῆρας.

Ἰάσων
τέκνα φίλτατα.

Μήδεια
μητρί γε, σοὶ δ᾽ οὔ.

Ἰάσων
κἄπειτ᾽ ἔκανες;

Μήδεια
σέ γε πημαίνουσ᾽.

Ἰάσων
ὤμοι, φιλίου χρῄζω στόματος
1400παίδων τάλας προσπτύξασθαι.

Μήδεια
νῦν σφε προσαυδᾷς, νῦν ἀσπάζῃ,
τότ᾽ ἀπωσάμενος.

Ἰάσων
δός μοι πρὸς θεῶν
μαλακοῦ χρωτὸς ψαῦσαι τέκνων.

Μήδεια
οὐκ ἔστι: μάτην ἔπος ἔρριπται.

Ἰάσων
1405Ζεῦ, τάδ᾽ ἀκούεις ὡς ἀπελαυνόμεθ᾽
οἷά τε πάσχομεν ἐκ τῆς μυσαρᾶς
καὶ παιδοφόνου τῆσδε λεαίνης;
ἀλλ᾽ ὁπόσον γοῦν πάρα καὶ δύναμαι
τάδε καὶ θρηνῶ κἀπιθεάζω,
1410μαρτυρόμενος δαίμονας ὥς μοι
τέκνα κτείνασ᾽ ἀποκωλύεις
ψαῦσαί τε χεροῖν θάψαι τε νεκρούς,
οὓς μήποτ᾽ ἐγὼ φύσας ὄφελον
πρὸς σοῦ φθιμένους ἐπιδέσθαι.

Χορός
1415πολλῶν ταμίας Ζεὺς ἐν Ὀλύμπῳ,
πολλὰ δ᾽ ἀέλπτως κραίνουσι θεοί:
καὶ τὰ δοκηθέντ᾽ οὐκ ἐτελέσθη,
τῶν δ᾽ ἀδοκήτων πόρον ηὗρε θεός.
τοιόνδ᾽ ἀπέβη τόδε πρᾶγμα.

load focus English (David Kovacs)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: