Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ἰὼ Γᾶ τε καὶ παμφαὴς
ἀκτὶς Ἁλίου, κατίδετ᾽ ἴδετε τὰν
ὀλομέναν γυναῖκα, πρὶν φοινίαν
τέκνοις προσβαλεῖν χέρ᾽ αὐτοκτόνον:
1255σᾶς γὰρ χρυσέας ἀπὸ γονᾶς
ἔβλαστεν, θεοῦ δ᾽ αἷμα <χαμαὶ> πίτνειν
φόβος ὑπ᾽ ἀνέρων.
ἀλλά νιν, ὦ φάος διογενές, κάτειρ-
γε κατάπαυσον, ἔξελ᾽ οἴκων τάλαι-
1260ναν φονίαν τ᾽ Ἐρινὺν ὑπαλαστόρων.