previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἤδη δ᾽ ἑλίσσων κῶλον ἑκπλέθρου δρόμου
ταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο,
ὅτ᾽ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος
δεινὸν στενάξασ᾽ τάλαιν᾽ ἠγείρετο.
1185διπλοῦν γὰρ αὐτῇ πῆμ᾽ ἐπεστρατεύετο:
χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκος
θαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός,
πέπλοι δὲ λεπτοί, σῶν τέκνων δωρήματα,
λευκὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος.
1190φεύγει δ᾽ ἀναστᾶσ᾽ ἐκ θρόνων πυρουμένη,
σείουσα χαίτην κρᾶτά τ᾽ ἄλλοτ᾽ ἄλλοσε,
ῥῖψαι θέλουσα στέφανον: ἀλλ᾽ ἀραρότως
σύνδεσμα χρυσὸς εἶχε, πῦρ δ᾽, ἐπεὶ κόμην
ἔσεισε, μᾶλλον δὶς τόσως ἐλάμπετο.
1195πίτνει δ᾽ ἐς οὖδας συμφορᾷ νικωμένη,
πλὴν τῷ τεκόντι κάρτα δυσμαθὴς ἰδεῖν:
οὔτ᾽ ὀμμάτων γὰρ δῆλος ἦν κατάστασις
οὔτ᾽ εὐφυὲς πρόσωπον, αἷμα δ᾽ ἐξ ἄκρου
ἔσταζε κρατὸς συμπεφυρμένον πυρί,
1200σάρκες δ᾽ ἀπ᾽ ὀστέων ὥστε πεύκινον δάκρυ
γνάθοις ἀδήλοις φαρμάκων ἀπέρρεον,
δεινὸν θέαμα: πᾶσι δ᾽ ἦν φόβος θιγεῖν
νεκροῦ: τύχην γὰρ εἴχομεν διδάσκαλον.

πατὴρ δ᾽ τλήμων συμφορᾶς ἀγνωσίᾳ
1205ἄφνω παρελθὼν δῶμα προσπίτνει νεκρῷ .
ᾤμωξε δ᾽ εὐθὺς καὶ περιπτύξας χέρας
κυνεῖ προσαυδῶν τοιάδ᾽: "" δύστηνε παῖ,
τίς σ᾽ ὧδ᾽ ἀτίμως δαιμόνων ἀπώλεσεν;
τίς τὸν γέροντα τύμβον ὀρφανὸν σέθεν
1210τίθησιν; οἴμοι, συνθάνοιμί σοι, τέκνον.
ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο,
χρῄζων γεραιὸν ἐξαναστῆσαι δέμας
προσείχεθ᾽ ὥστε κισσὸς ἔρνεσιν δάφνης
λεπτοῖσι πέπλοις, δεινὰ δ᾽ ἦν παλαίσματα:
1215 μὲν γὰρ ἤθελ᾽ ἐξαναστῆσαι γόνυ,
δ᾽ ἀντελάζυτ᾽: εἰ δὲ πρὸς βίαν ἄγοι,
σάρκας γεραιὰς ἐσπάρασσ᾽ ἀπ᾽ ὀστέων.
χρόνῳ δ᾽ ἀπέστη καὶ μεθῆχ᾽ δύσμορος
ψυχήν: κακοῦ γὰρ οὐκέτ᾽ ἦν ὑπέρτερος.
1220κεῖνται δὲ νεκροὶ παῖς τε καὶ γέρων πατὴρ
[πέλας, ποθεινὴ δακρύοισι συμφορά].

καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου:
γνώσῃ γὰρ αὐτὴ ζημίας ἐπιστροφήν.
τὰ θνητὰ δ᾽ οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν,
1225οὐδ᾽ ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶν
δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων
τούτους μεγίστην μωρίαν ὀφλισκάνειν.
θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ:
ὄλβου δ᾽ ἐπιρρυέντος εὐτυχέστερος
1230ἄλλου γένοιτ᾽ ἂν ἄλλος, εὐδαίμων δ᾽ ἂν οὔ.

load focus English (David Kovacs)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: