previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός
πολλάκις ἤδη διὰ λεπτοτέρων
μύθων ἔμολον καὶ πρὸς ἁμίλλας
ἦλθον μείζους χρὴ γενεὰν
θῆλυν ἐρευνᾶν:
1085ἀλλὰ γὰρ ἔστιν μοῦσα καὶ ἡμῖν,
προσομιλεῖ σοφίας ἕνεκεν,
πάσαισι μὲν οὔ, παῦρον δὲ γένος,
<μίαν> ἐν πολλαῖς, εὕροις ἂν ἴσως
οὐκ ἀπόμουσον τὸ γυναικῶν.
1090καί φημι βροτῶν οἵτινές εἰσιν
πάμπαν ἄπειροι μηδ᾽ ἐφύτευσαν
παῖδας προφέρειν εἰς εὐτυχίαν
τῶν γειναμένων.
οἱ μὲν ἄτεκνοι δι᾽ ἀπειροσύνην
1095εἴθ᾽ ἡδὺ βροτοῖς εἴτ᾽ ἀνιαρὸν
παῖδες τελέθουσ᾽ οὐχὶ τυχόντες
πολλῶν μόχθων ἀπέχονται:
οἷσι δὲ τέκνων ἔστιν ἐν οἴκοις
γλυκερὸν βλάστημ᾽, ἐσορῶ μελέτῃ
1100κατατρυχομένους τὸν ἅπαντα χρόνον,
πρῶτον μὲν ὅπως θρέψουσι καλῶς
βίοτόν θ᾽ ὁπόθεν λείψουσι τέκνοις:
ἔτι δ᾽ ἐκ τούτων εἴτ᾽ ἐπὶ φλαύροις
εἴτ᾽ ἐπὶ χρηστοῖς
μοχθοῦσι, τόδ᾽ ἐστὶν ἄδηλον.
1105ἓν δὲ τὸ πάντων λοίσθιον ἤδη
πᾶσιν κατερῶ θνητοῖσι κακόν:
καὶ δὴ γὰρ ἅλις βίοτόν θ᾽ ηὗρον
σῶμά τ᾽ ἐς ἥβην ἤλυθε τέκνων
χρηστοί τ᾽ ἐγένοντ᾽: εἰ δὲ κυρήσαι
1110δαίμων οὕτως, φροῦδος ἐς Ἅιδου
θάνατος προφέρων σώματα τέκνων.
πῶς οὖν λύει πρὸς τοῖς ἄλλοις
τήνδ᾽ ἔτι λύπην ἀνιαροτάτην
παίδων ἕνεκεν
1115θνητοῖσι θεοὺς ἐπιβάλλειν;

load focus English (David Kovacs)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: