previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Παιδαγωγός
δέσποιν᾽, ἀφεῖνται παῖδες οἵδε σοι φυγῆς,
καὶ δῶρα νύμφη βασιλὶς ἀσμένη χεροῖν
ἐδέξατ᾽: εἰρήνη δὲ τἀκεῖθεν τέκνοις.
1005

ἔα: τί συγχυθεῖσ᾽ ἕστηκας ἡνίκ᾽ εὐτυχεῖς;
[τί σὴν ἔστρεψας ἔμπαλιν παρηίδα
κοὐκ ἀσμένη τόνδ᾽ ἐξ ἐμοῦ δέχῃ λόγον;]

Μήδεια
αἰαῖ.

Παιδαγωγός
τάδ᾽ οὐ ξυνῳδὰ τοῖσιν ἐξηγγελμένοις.

Μήδεια
αἰαῖ μάλ᾽ αὖθις.

Παιδαγωγός.
μῶν τιν᾽ ἀγγέλλων τύχην
1010οὐκ οἶδα, δόξης δ᾽ ἐσφάλην εὐαγγέλου;

Μήδεια
ἤγγειλας οἷ᾽ ἤγγειλας: οὐ σὲ μέμφομαι.

Παιδαγωγός
τί δαὶ κατηφὲς ὄμμα καὶ δακρυρροεῖς;

Μήδεια
πολλή μ᾽ ἀνάγκη, πρέσβυ: ταῦτα γὰρ θεοὶ
κἀγὼ κακῶς φρονοῦσ᾽ ἐμηχανησάμην.

Παιδαγωγός
1015θάρσει: κάτει τοι καὶ σὺ πρὸς τέκνων ἔτι.

Μήδεια
ἄλλους κατάξω πρόσθεν τάλαιν᾽ ἐγώ.

Παιδαγωγός
οὔτοι μόνη σὺ σῶν ἀπεζύγης τέκνων:
κούφως φέρειν χρὴ θνητὸν ὄντα συμφοράς.

Μήδεια

Μήδεια
δράσω τάδ᾽. ἀλλὰ βαῖνε δωμάτων ἔσω
1020καὶ παισὶ πόρσυν᾽ οἷα χρὴ καθ᾽ ἡμέραν.

τέκνα τέκνα, σφῷν μὲν ἔστι δὴ πόλις
καὶ δῶμ᾽, ἐν λιπόντες ἀθλίαν ἐμὲ
οἰκήσετ᾽ αἰεὶ μητρὸς ἐστερημένοι:
ἐγὼ δ᾽ ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς,
1025πρὶν σφῷν ὀνάσθαι κἀπιδεῖν εὐδαίμονας,
πρὶν λουτρὰ καὶ γυναῖκα καὶ γαμηλίους
εὐνὰς ἀγῆλαι λαμπάδας τ᾽ ἀνασχεθεῖν.
δυστάλαινα τῆς ἐμῆς αὐθαδίας.
ἄλλως ἄρ᾽ ὑμᾶς, τέκν᾽, ἐξεθρεψάμην,
1030ἄλλως δ᾽ ἐμόχθουν καὶ κατεξάνθην πόνοις,
στερρὰς ἐνεγκοῦσ᾽ ἐν τόκοις ἀλγηδόνας.
μήν ποθ᾽ δύστηνος εἶχον ἐλπίδας
πολλὰς ἐν ὑμῖν, γηροβοσκήσειν τ᾽ ἐμὲ
καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν,
1035ζηλωτὸν ἀνθρώποισι: νῦν δ᾽ ὄλωλε δὴ
γλυκεῖα φροντίς. σφῷν γὰρ ἐστερημένη
λυπρὸν διάξω βίοτον ἀλγεινόν τ᾽ ἐμόν.
ὑμεῖς δὲ μητέρ᾽ οὐκέτ᾽ ὄμμασιν φίλοις
ὄψεσθ᾽, ἐς ἄλλο σχῆμ᾽ ἀποστάντες βίου.
1040

φεῦ φεῦ: τί προσδέρκεσθέ μ᾽ ὄμμασιν, τέκνα;
τί προσγελᾶτε τὸν πανύστατον γέλων;
αἰαῖ: τί δράσω; καρδία γὰρ οἴχεται,
γυναῖκες, ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων.
οὐκ ἂν δυναίμην: χαιρέτω βουλεύματα
1045τὰ πρόσθεν: ἄξω παῖδας ἐκ γαίας ἐμούς.
τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖς
λυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά;
οὐ δῆτ᾽ ἔγωγε: χαιρέτω βουλεύματα.

load focus English (David Kovacs)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: