previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἡρακλῆς
ἀλλ᾽ πέπονθα δείν᾽ ὑπὸ ξένων ἐμῶν;

Θεράπων
οὐκ ἦλθες ἐν δέοντι δέξασθαι δόμοις.
[πένθος γὰρ ἡμῖν ἐστι: καὶ στολμοὺς βλέπεις
μελαμπέπλους κουράν τε.]

Ἡρακλῆς
[τίς δ᾽ κατθανών;]
820μῶν τέκνων τι φροῦδον γέρων πατήρ;

Θεράπων
γυνὴ μὲν οὖν ὄλωλεν Ἀδμήτου, ξένε.

Ἡρακλῆς
τί φῄς; ἔπειτα δῆτά μ᾽ ἐξενίζετε;

Θεράπων
ᾐδεῖτο γάρ σε τῶνδ᾽ ἀπώσασθαι δόμων.

Ἡρακλῆς
σχέτλι᾽, οἵας ἤμπλακες ξυναόρου.

Θεράπων
825ἀπωλόμεσθα πάντες, οὐ κείνη μόνη.

Ἡρακλῆς
ἀλλ᾽ ᾐσθόμην μὲν ὄμμ᾽ ἰδὼν δακρυρροοῦν
κουράν τε καὶ πρόσωπον: ἀλλ᾽ ἔπειθέ με
λέγων θυραῖον κῆδος ἐς τάφον φέρειν.
βίᾳ δὲ θυμοῦ τάσδ᾽ ὑπερβαλὼν πύλας
830ἔπινον ἀνδρὸς ἐν φιλοξένου δόμοις
πράσσοντος οὕτω. κᾆτα κωμάζω κάρα
στεφάνοις πυκασθείς; ἀλλὰ σοῦ τὸ νῦν φράσαι,
κακοῦ τοσούτου δώμασιν προσκειμένου,
ποῦ καί σφε θάπτει, ποῦ νιν εὑρήσω μολών.

Θεράπων
835ὀρθὴν παρ᾽ οἶμον 'πὶ Λάρισαν φέρει
τύμβον κατόψῃ ξεστὸν ἐκ προαστίου.

Ἡρακλῆς
πολλὰ τλᾶσα καρδία καὶ χεὶρ ἐμή,
νῦν δεῖξον οἷον παῖδά σ᾽ Τιρυνθία
ἐγείνατ᾽ Ἠλεκτρύωνος Ἀλκμήνη Διί.
840δεῖ γάρ με σῶσαι τὴν θανοῦσαν ἀρτίως
γυναῖκα κἀς τόνδ᾽ αὖθις ἱδρῦσαι δόμον
Ἄλκηστιν Ἀδμήτῳ θ᾽ ὑπουργῆσαι χάριν.
ἐλθὼν δ᾽ ἄνακτα τὸν μελάμπεπλον νεκρῶν
Θάνατον φυλάξω, καί νιν εὑρήσειν δοκῶ
845πίνοντα τύμβου πλησίον προσφαγμάτων.
κἄνπερ λοχαίας αὐτὸν ἐξ ἕδρας συθεὶς
μάρψω, κύκλον δὲ περιβάλω χεροῖν ἐμαῖν,
οὐκ ἔστιν ὅστις αὐτὸν ἐξαιρήσεται
μογοῦντα πλευρά, πρὶν γυναῖκ᾽ ἐμοὶ μεθῇ.
850ἢν δ᾽ οὖν ἁμάρτω τῆσδ᾽ ἄγρας καὶ μὴ μόλῃ
πρὸς αἱματηρὸν πέλανον, εἶμι τῶν κάτω
Κόρης Ἄνακτός τ᾽ εἰς ἀνηλίους δόμους,
αἰτήσομαί τε καὶ πέποιθ᾽ ἄξειν ἄνω
Ἄλκηστιν, ὥστε χερσὶν ἐνθεῖναι ξένου,
855ὅς μ᾽ ἐς δόμους ἐδέξατ᾽ οὐδ᾽ ἀπήλασεν,
καίπερ βαρείᾳ συμφορᾷ πεπληγμένος,
ἔκρυπτε δ᾽ ὢν γενναῖος, αἰδεσθεὶς ἐμέ.
τίς τοῦδε μᾶλλον Θεσσαλῶν φιλόξενος,
τίς Ἑλλάδ᾽ οἰκῶν; τοιγὰρ οὐκ ἐρεῖ κακὸν
860εὐεργετῆσαι φῶτα γενναῖος γεγώς.

load focus English (David Kovacs, 1994)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 414
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.6.1
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: