previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἡρακλῆς
οὗτος, τί σεμνὸν καὶ πεφροντικὸς βλέπεις;
οὐ χρὴ σκυθρωπὸν τοῖς ξένοις τὸν πρόσπολον
775εἶναι, δέχεσθαι δ᾽ εὐπροσηγόρῳ φρενί.
σὺ δ᾽ ἄνδρ᾽ ἑταῖρον δεσπότου παρόνθ᾽ ὁρῶν
στυγνῷ προσώπῳ καὶ συνωφρυωμένῳ
δέχῃ, θυραίου πήματος σπουδὴν ἔχων.

δεῦρ᾽ ἔλθ᾽, ὅπως ἂν καὶ σοφώτερος γένῃ.
780τὰ θνητὰ πράγμαθ᾽ ἥντιν᾽ οἶσθ᾽ ἔχει φύσιν;
οἶμαι μὲν οὔ: πόθεν γάρ; ἀλλ᾽ ἄκουέ μου.
βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται,
κοὐκ ἔστι θνητῶν ὅστις ἐξεπίσταται
τὴν αὔριον μέλλουσαν εἰ βιώσεται:
785τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται,
κἄστ᾽ οὐ διδακτὸν οὐδ᾽ ἁλίσκεται τέχνῃ.
ταῦτ᾽ οὖν ἀκούσας καὶ μαθὼν ἐμοῦ πάρα
εὔφραινε σαυτόν, πῖνε, τὸν καθ᾽ ἡμέραν
βίον λογίζου σόν, τὰ δ᾽ ἄλλα τῆς τύχης.
790τίμα δὲ καὶ τὴν πλεῖστον ἡδίστην θεῶν
Κύπριν βροτοῖσιν: εὐμενὴς γὰρ θεός.
τὰ δ᾽ ἄλλ᾽ ἔασον πάντα καὶ πιθοῦ λόγοις
ἐμοῖσιν, εἴπερ ὀρθά σοι δοκῶ λέγειν.
οἶμαι μέν. οὔκουν τὴν ἄγαν λύπην ἀφεὶς
795πίῃ μεθ᾽ ἡμῶν [τάσδ᾽ ὑπερβαλὼν τύχας,
στεφάνοις πυκασθείς]; καὶ σάφ᾽ οἶδ᾽ ὁθούνεκα
τοῦ νῦν σκυθρωποῦ καὶ ξυνεστῶτος φρενῶν
μεθορμιεῖ σε πίτυλος ἐμπεσὼν σκύφου.
ὄντας δὲ θνητοὺς θνητὰ καὶ φρονεῖν χρεών:
800ὡς τοῖς γε σεμνοῖς καὶ συνωφρυωμένοις
ἅπασίν ἐστιν, ὥς γ᾽ ἐμοὶ χρῆσθαι κριτῇ,
οὐ βίος ἀληθῶς βίος ἀλλὰ συμφορά.

Θεράπων
ἐπιστάμεσθα ταῦτα: νῦν δὲ πράσσομεν
οὐχ οἷα κώμου καὶ γέλωτος ἄξια.

Ἡρακλῆς
805γυνὴ θυραῖος θανοῦσα: μὴ λίαν
πένθει: δόμων γὰρ ζῶσι τῶνδε δεσπόται.

Θεράπων
τί ζῶσιν; οὐ κάτοισθα τἀν δόμοις κακά;

Ἡρακλῆς
εἰ μή τι σός με δεσπότης ἐψεύσατο.

Θεράπων
ἄγαν ἐκεῖνός ἐστ᾽ ἄγαν φιλόξενος.

Ἡρακλῆς
810οὐ χρῆν μ᾽ ὀθνείου γ᾽ οὕνεκ᾽ εὖ πάσχειν νεκροῦ;

Θεράπων
κάρτα μέντοι καὶ λίαν οἰκεῖος ἦν.

Ἡρακλῆς
μῶν ξυμφοράν τιν᾽ οὖσαν οὐκ ἔφραζέ μοι;

Θεράπων
χαίρων ἴθ᾽: ἡμῖν δεσποτῶν μέλει κακά.

Ἡρακλῆς
ὅδ᾽ οὐ θυραίων πημάτων ἄρχει λόγος.

Θεράπων
815οὐ γάρ τι κωμάζοντ᾽ ἂν ἠχθόμην σ᾽ ὁρῶν.

load focus English (David Kovacs, 1994)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: