previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Θεράπων
πολλοὺς μὲν ἤδη κἀπὸ παντοίας χθονὸς
ξένους μολόντας οἶδ᾽ ἐς Ἀδμήτου δόμους,
οἷς δεῖπνα προύθηκ᾽: ἀλλὰ τοῦδ᾽ οὔπω ξένον
750κακίον᾽ ἐς τήνδ᾽ ἑστίαν ἐδεξάμην.
ὃς πρῶτα μὲν πενθοῦντα δεσπότην ὁρῶν
ἐσῆλθε κἀτόλμησ᾽ ἀμείψασθαι πύλας.
ἔπειτα δ᾽ οὔτι σωφρόνως ἐδέξατο
τὰ προστυχόντα ξένια, συμφορὰν μαθών,
755ἀλλ᾽, εἴ τι μὴ φέροιμεν, ὤτρυνεν φέρειν.
ποτῆρα δ᾽ἐν χείρεσσικίσσινον λαβὼν
πίνει μελαίνης μητρὸς εὔζωρον μέθυ,
ἕως ἐθέρμην᾽ αὐτὸν ἀμφιβᾶσα φλὸξ
οἴνου. στέφει δὲ κρᾶτα μυρσίνης κλάδοις,
760ἄμουσ᾽ ὑλακτῶν: δισσὰ δ᾽ ἦν μέλη κλύειν:
μὲν γὰρ ᾖδε, τῶν ἐν Ἀδμήτου κακῶν
οὐδὲν προτιμῶν, οἰκέται δ᾽ ἐκλαίομεν
δέσποιναν, ὄμμα δ᾽ οὐκ ἐδείκνυμεν ξένῳ
τέγγοντες: Ἄδμητος γὰρ ὧδ᾽ ἐφίετο.
765καὶ νῦν ἐγὼ μὲν ἐν δόμοισιν ἑστιῶ
ξένον, πανοῦργον κλῶπα καὶ λῃστήν τινα,
δ᾽ ἐκ δόμων βέβηκεν, οὐδ᾽ ἐφεσπόμην
οὐδ᾽ ἐξέτεινα χεῖρ᾽ ἀποιμώζων ἐμὴν
δέσποιναν, 'μοὶ πᾶσί τ᾽ οἰκέταισιν ἦν
770μήτηρ: κακῶν γὰρ μυρίων ἐρρύετο,
ὀργὰς μαλάσσουσ᾽ ἀνδρός. ἆρα τὸν ξένον
στυγῶ δικαίως, ἐν κακοῖς ἀφιγμένον;

load focus English (David Kovacs, 1994)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: