previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Φέρης
675 παῖ, τίν᾽ αὐχεῖς, πότερα Λυδὸν Φρύγα
κακοῖς ἐλαύνειν ἀργυρώνητον σέθεν;
οὐκ οἶσθα Θεσσαλόν με κἀπὸ Θεσσαλοῦ
πατρὸς γεγῶτα γνησίως ἐλεύθερον;
ἄγαν ὑβρίζεις, καὶ νεανίας λόγους
680ῥίπτων ἐς ἡμᾶς οὐ βαλὼν οὕτως ἄπει.

ἐγὼ δέ σ᾽ οἴκων δεσπότην ἐγεινάμην
κἄθρεψ᾽, ὀφείλω δ᾽ οὐχ ὑπερθνῄσκειν σέθεν:
οὐ γὰρ πατρῷον τόνδ᾽ ἐδεξάμην νόμον,
παίδων προθνῄσκειν πατέρας, οὐδ᾽ Ἑλληνικόν.
685σαυτῷ γὰρ εἴτε δυστυχὴς εἴτ᾽ εὐτυχὴς
ἔφυς: δ᾽ ἡμῶν χρῆν σε τυγχάνειν ἔχεις.
πολλῶν μὲν ἄρχεις, πολυπλέθρους δέ σοι γύας
λείψω: πατρὸς γὰρ ταὔτ᾽ ἐδεξάμην πάρα.
τί δῆτά σ᾽ ἠδίκηκα; τοῦ σ᾽ ἀποστερῶ;
690μὴ θνῇσχ᾽ ὑπὲρ τοῦδ᾽ ἀνδρός, οὐδ᾽ ἐγὼ πρὸ σοῦ.
χαίρεις ὁρῶν φῶς: πατέρα δ᾽ οὐ χαίρειν δοκεῖς;
μὴν πολύν γε τὸν κάτω λογίζομαι
χρόνον, τὸ δὲ ζῆν σμικρὸν ἀλλ᾽ ὅμως γλυκύ.
σὺ γοῦν ἀναιδῶς διεμάχου τὸ μὴ θανεῖν
695καὶ ζῇς παρελθὼν τὴν πεπρωμένην τύχην,
ταύτην κατακτάς: εἶτ᾽ ἐμὴν ἀψυχίαν
ψέγεις, γυναικός, κάκισθ᾽, ἡσσημένος,
τοῦ καλοῦ σοῦ προύθανεν νεανίου;
σοφῶς δ᾽ ἐφηῦρες ὥστε μὴ θανεῖν ποτε,
700εἰ τὴν παροῦσαν κατθανεῖν πείσεις ἀεὶ
γυναῖχ᾽ ὑπὲρ σοῦ: κᾆτ᾽ ὀνειδίζεις φίλοις
τοῖς μὴ θέλουσι δρᾶν τάδ᾽, αὐτὸς ὢν κακός;
σίγα: νόμιζε δ᾽, εἰ σὺ τὴν σαυτοῦ φιλεῖς
ψυχήν, φιλεῖν ἅπαντας: εἰ δ᾽ ἡμᾶς κακῶς
705ἐρεῖς, ἀκούσῃ πολλὰ κοὐ ψευδῆ κακά.

Χορός
πλείω λέλεκται νῦν τε καὶ τὸ πρὶν κακά:
παῦσαι δέ, πρέσβυ, παῖδα σὸν κακορροθῶν.

load focus English (David Kovacs, 1994)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: