Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ματέρος οὐ θελούσας
πρὸ παιδὸς χθονὶ κρύ-
ψαι δέμας, οὐδὲ πατρὸς γεραιοῦ . . .
*
ὃν ἔτεκον δ᾽, οὐκ ἔτλαν ῥύεσθαι,
470σχετλίω, πολιὰν ἔχοντε χαίταν.
σὺ δ᾽ ἐν ἥβᾳ νέα νέου
προθανοῦσα φωτὸς οἴχῃ.
τοιαύτας εἴη μοι κῦρσαι
συνδυάδος φιλίας ἀλόχου, τὸ γὰρ
ἐν βιότῳ σπάνιον μέρος: ἦ γὰρ ἂν
475ἔμοιγ᾽ ἄλυπος δι᾽ αἰ-
ῶνος ἂν ξυνείη.