previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀπόλλων
θάρσει: δίκην τοι καὶ λόγους κεδνοὺς ἔχω.

Θάνατος
τί δῆτα τόξων ἔργον, εἰ δίκην ἔχεις;

Ἀπόλλων
40σύνηθες αἰεὶ ταῦτα βαστάζειν ἐμοί.

Θάνατος
καὶ τοῖσδέ γ᾽ οἴκοις ἐκδίκως προσωφελεῖν.

Ἀπόλλων
φίλου γὰρ ἀνδρὸς συμφοραῖς βαρύνομαι.

Θάνατος
καὶ νοσφιεῖς με τοῦδε δευτέρου νεκροῦ;

Ἀπόλλων
ἀλλ᾽ οὐδ᾽ ἐκεῖνον πρὸς βίαν σ᾽ ἀφειλόμην.

Θάνατος
45πῶς οὖν ὑπὲρ γῆς ἐστι κοὐ κάτω χθονός;

Ἀπόλλων
δάμαρτ᾽ ἀμείψας, ἣν σὺ νῦν ἥκεις μέτα.

Θάνατος
κἀπάξομαί γε νερτέραν ὑπὸ χθόνα.

Ἀπόλλων
λαβὼν ἴθ᾽: οὐ γὰρ οἶδ᾽ ἂν εἰ πείσαιμί σε.

Θάνατος
κτείνειν γ᾽ ὃν ἂν χρῇ; τοῦτο γὰρ τετάγμεθα.

Ἀπόλλων
50οὔκ, ἀλλὰ τοῖς μέλλουσι θάνατον ἀμβαλεῖν.

Θάνατος
ἔχω λόγον δὴ καὶ προθυμίαν σέθεν.

Ἀπόλλων
ἔστ᾽ οὖν ὅπως Ἄλκηστις ἐς γῆρας μόλοι;

Θάνατος
οὐκ ἔστι: τιμαῖς κἀμὲ τέρπεσθαι δόκει.

Ἀπόλλων
οὔτοι πλέον γ᾽ ἂν μίαν ψυχὴν λάβοις.

Θάνατος
55νέων φθινόντων μεῖζον ἄρνυμαι γέρας.

Ἀπόλλων
κἂν γραῦς ὄληται, πλουσίως ταφήσεται.

Θάνατος
πρὸς τῶν ἐχόντων, Φοῖβε, τὸν νόμον τίθης.

Ἀπόλλων
πῶς εἶπας; ἀλλ᾽ καὶ σοφὸς λέληθας ὤν;

Θάνατος
ὠνοῖντ᾽ ἂν οἷς πάρεστι γηραιοὶ θανεῖν.

Ἀπόλλων
60οὔκουν δοκεῖ σοι τήνδε μοι δοῦναι χάριν.

Θάνατος
οὐ δῆτ᾽: ἐπίστασαι δὲ τοὺς ἐμοὺς τρόπους.

Ἀπόλλων
ἐχθρούς γε θνητοῖς καὶ θεοῖς στυγουμένους.

Θάνατος
οὐκ ἂν δύναιο πάντ᾽ ἔχειν μή σε δεῖ.

Ἀπόλλων
μὴν σὺ παύσῃ καίπερ ὠμὸς ὢν ἄγαν:
65τοῖος Φέρητος εἶσι πρὸς δόμους ἀνὴρ
Εὐρυσθέως πέμψαντος ἵππειον μετὰ
ὄχημα Θρῄκης ἐκ τόπων δυσχειμέρων,
ὃς δὴ ξενωθεὶς τοῖσδ᾽ ἐν Ἀδμήτου δόμοις
βίᾳ γυναῖκα τήνδε σ᾽ ἐξαιρήσεται.
70κοὔθ᾽ παρ᾽ ἡμῶν σοι γενήσεται χάρις
δράσεις θ᾽ ὁμοίως ταῦτ᾽, ἀπεχθήσῃ τ᾽ ἐμοί.

Θάνατος
πόλλ᾽ ἂν σὺ λέξας οὐδὲν ἂν πλέον λάβοις:
δ᾽ οὖν γυνὴ κάτεισιν εἰς Ἅιδου δόμους.
στείχω δ᾽ ἐπ᾽ αὐτὴν ὡς κατάρξωμαι ξίφει:
75ἱερὸς γὰρ οὗτος τῶν κατὰ χθονὸς θεῶν
ὅτου τόδ᾽ ἔγχος κρατὸς ἁγνίσῃ τρίχα.

load focus English (David Kovacs, 1994)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: