previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄλκηστις
παῖδες, αὐτοὶ δὴ τάδ᾽ εἰσηκούσατε
πατρὸς λέγοντος μὴ γαμεῖν ἄλλην ποτὲ
γυναῖκ᾽ ἐφ᾽ ὑμῖν μηδ᾽ ἀτιμάσειν ἐμέ.

Ἄδμητος
καὶ νῦν γέ φημι καὶ τελευτήσω τάδε.

Ἄλκηστις
375ἐπὶ τοῖσδε παῖδας χειρὸς ἐξ ἐμῆς δέχου.

Ἄδμητος
δέχομαι, φίλον γε δῶρον ἐκ φίλης χερός.

Ἄλκηστις
σύ νυν γενοῦ τοῖσδ᾽ ἀντ᾽ ἐμοῦ μήτηρ τέκνοις.

Ἄδμητος
πολλή μ᾽ ἀνάγκη, σοῦ γ᾽ ἀπεστερημένοις.

Ἄλκηστις
τέκν᾽, ὅτε ζῆν χρῆν μ᾽, ἀπέρχομαι κάτω.

Ἄδμητος
380οἴμοι, τί δράσω δῆτα σοῦ μονούμενος;

Ἄλκηστις
χρόνος μαλάξει σ᾽: οὐδέν ἐσθ᾽ κατθανών.

Ἄδμητος
ἄγου με σὺν σοί, πρὸς θεῶν, ἄγου κάτω.

Ἄλκηστις
ἀρκοῦμεν ἡμεῖς οἱ προθνῄσκοντες σέθεν.

Ἄδμητος
δαῖμον, οἵας συζύγου μ᾽ ἀποστερεῖς.

Ἄλκηστις
385καὶ μὴν σκοτεινὸν ὄμμα μου βαρύνεται.

Ἄδμητος
ἀπωλόμην ἄρ᾽, εἴ με δὴ λείψεις, γύναι.

Ἄλκηστις
ὡς οὐκέτ᾽ οὖσαν οὐδὲν ἂν λέγοις ἐμέ.

Ἄδμητος
ὄρθου πρόσωπον, μὴ λίπῃς παῖδας σέθεν.

Ἄλκηστις
οὐ δῆθ᾽ ἑκοῦσά γ᾽: ἀλλὰ χαίρετ᾽, τέκνα.

Ἄδμητος
390βλέψον πρὸς αὐτούς, βλέψον.

Ἄλκηστις
οὐδέν εἰμ᾽ ἔτι.

Ἄδμητος
τί δρᾷς; προλείπεις;

Ἄλκηστις
χαῖρ᾽.

Ἄδμητος
ἀπωλόμην τάλας.

Χορός
βέβηκεν, οὐκέτ᾽ ἔστιν Ἀδμήτου γυνή.

load focus English (David Kovacs, 1994)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: