previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός
καὶ μὴν ὅδ᾽, ὡς ἔοικεν, Ἀλκμήνης γόνος,
Ἄδμητε, πρὸς σὴν ἑστίαν πορεύεται.

Ἡρακλῆς
φίλον πρὸς ἄνδρα χρὴ λέγειν ἐλευθέρως,
Ἄδμητε, μομφὰς δ᾽ οὐχ ὑπὸ σπλάγχνοις ἔχειν
1010σιγῶντ᾽. ἐγὼ δὲ σοῖς κακοῖσιν ἠξίουν
ἐγγὺς παρεστὼς ἐξετάζεσθαι φίλος:
σὺ δ᾽ οὐκ ἔφραζες σῆς προκείμενον νέκυν
γυναικός, ἀλλά μ᾽ ἐξένιζες ἐν δόμοις,
ὡς δὴ θυραίου πήματος σπουδὴν ἔχων.
1015κἄστεψα κρᾶτα καὶ θεοῖς ἐλειψάμην
σπονδὰς ἐν οἴκοις δυστυχοῦσι τοῖσι σοῖς.
καὶ μέμφομαι μέν, μέμφομαι, παθὼν τάδε:
οὐ μήν σε λυπεῖν <γ᾽> ἐν κακοῖσι βούλομαι.

ὧν δ᾽ οὕνεχ᾽ ἥκω δεῦρ᾽ ὑποστρέψας πάλιν
1020λέξω: γυναῖκα τήνδε μοι σῶσον λαβών,
ἕως ἂν ἵππους δεῦρο Θρῃκίας ἄγων
ἔλθω, τύραννον Βιστόνων κατακτανών.
πράξας δ᾽ μὴ τύχοιμινοστήσαιμι γάρ
δίδωμι τήνδε σοῖσι προσπολεῖν δόμοις.
1025πολλῷ δὲ μόχθῳ χεῖρας ἦλθεν εἰς ἐμάς:
ἀγῶνα γὰρ πάνδημον εὑρίσκω τινὰς
τιθέντας, ἀθληταῖσιν ἄξιον πόνον,
ὅθεν κομίζω τήνδε νικητήρια
λαβών. τὰ μὲν γὰρ κοῦφα τοῖς νικῶσιν ἦν
1030ἵππους ἄγεσθαι, τοῖσι δ᾽ αὖ τὰ μείζονα
νικῶσι, πυγμὴν καὶ πάλην, βουφόρβια:
γυνὴ δ᾽ ἐπ᾽ αὐτοῖς εἵπετ᾽: ἐντυχόντι δὲ
αἰσχρὸν παρεῖναι κέρδος ἦν τόδ᾽ εὐκλεές.
ἀλλ᾽, ὥσπερ εἶπον, σοὶ μέλειν γυναῖκα χρή:
1035οὐ γὰρ κλοπαίαν ἀλλὰ σὺν πόνῳ λαβὼν
ἥκω: χρόνῳ δὲ καὶ σύ μ᾽ αἰνέσεις ἴσως.

load focus English (David Kovacs, 1994)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: