previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κύκλωψ
ὤμοι, κατηνθρακώμεθ᾽ ὀφθαλμοῦ σέλας.

Χορός
καλός γ᾽ παιάν: μέλπε μοι τόνδ᾽ αὖ, Κύκλωψ.

Κύκλωψ
665ὤμοι μάλ᾽, ὡς ὑβρίσμεθ᾽, ὡς ὀλώλαμεν.
ἀλλ᾽ οὔτι μὴ φύγητε τῆσδ᾽ ἔξω πέτρας
χαίροντες, οὐδὲν ὄντες: ἐν πύλαισι γὰρ
σταθεὶς φάραγγος τῆσδ᾽ ἐναρμόσω χέρας.

Χορός
τί χρῆμ᾽ ἀυτεῖς, Κύκλωψ;

Κύκλωψ
ἀπωλόμην.

Χορός
670αἰσχρός γε φαίνῃ.

Κύκλωψ
κἀπὶ τοῖσδέ γ᾽ ἄθλιος.

Χορός
μεθύων κατέπεσες ἐς μέσους τοὺς ἄνθρακας;

Κύκλωψ
Οὖτίς μ᾽ ἀπώλεσ᾽.

Χορός
οὐκ ἄρ᾽ οὐδείς <σ᾽> ἠδίκει.

Κύκλωψ
Οὖτίς με τυφλοῖ βλέφαρον.

Χορός
οὐκ ἄρ᾽ εἶ τυφλός.

Κύκλωψ
ὡς δὴ σύ†.

Χορός
καὶ πῶς σ᾽ οὔτις ἂν θείη τυφλόν;

Κύκλωψ
675σκώπτεις. δ᾽ Οὖτις ποῦ 'στιν;

Χορός
οὐδαμοῦ, Κύκλωψ.

Κύκλωψ
ξένος ἵν᾽ ὀρθῶς ἐκμάθῃς μ᾽ ἀπώλεσεν,
μιαρός, ὅς μοι δοὺς τὸ πῶμα κατέκλυσεν.

Χορός
δεινὸς γὰρ οἷνος καὶ παλαίεσθαι βαρύς.

Κύκλωψ
πρὸς θεῶν, πεφεύγασ᾽ μένουσ᾽ ἔσω δόμων;

Χορός
680οὗτοι σιωπῇ τὴν πέτραν ἐπήλυγα
λαβόντες ἑστήκασι.

Κύκλωψ
ποτέρας τῆς χερός;

Χορός
ἐν δεξιᾷ σου.

Κύκλωψ
ποῦ;

Χορός
πρὸς αὐτῇ τῇ πέτρᾳ.
ἔχεις;

Κύκλωψ
κακόν γε πρὸς κακῷ: τὸ κρανίον
παίσας κατέαγα.

Χορός
καί σε διαφεύγουσί γε.

Κύκλωψ
685οὐ τῇδέ πῃ, τῇδ᾽ εἶπας;

Χορός
οὔ: ταύτῃ λέγω.

Κύκλωψ
πῇ γάρ;

Χορός
περιάγου κεῖσε, πρὸς τἀριστερά.

Κύκλωψ
οἴμοι γελῶμαι: κερτομεῖτέ μ᾽ ἐν κακοῖς.

Χορός
ἀλλ᾽ οὐκέτ᾽, ἀλλὰ πρόσθεν οὗτός ἐστι σοῦ.

Κύκλωψ
παγκάκιστε, ποῦ ποτ᾽ εἶ;

Ὀδυσσεύς
τηλοῦ σέθεν
690φυλακαῖσι φρουρῶ σῶμ᾽ Ὀδυσσέως τόδε.

Κύκλωψ
πῶς εἶπας; ὄνομα μεταβαλὼν καινὸν λέγεις.

Ὀδυσσεύς
ὅπερ μ᾽ φύσας ὠνόμαζ᾽Ὀδυσσέα†,
δώσειν δ᾽ ἔμελλες ἀνοσίου δαιτὸς δίκας:
κακῶς γὰρ ἂν Τροίαν γε διεπυρώσαμεν
695εἰ μή σ᾽ ἑταίρων φόνον ἐτιμωρησάμην.

Κύκλωψ
αἰαῖ: παλαιὸς χρησμὸς ἐκπεραίνεται:
τυφλὴν γὰρ ὄψιν ἐκ σέθεν σχήσειν μ᾽ ἔφη
Τροίας ἀφορμηθέντος. ἀλλὰ καὶ σέ τοι
δίκας ὑφέξειν ἀντὶ τῶνδ᾽ ἐθέσπισεν,
700πολὺν θαλάσσῃ χρόνον ἐναιωρούμενον.

Ὀδυσσεύς
κλαίειν σ᾽ ἄνωγα: καὶ δέδραχ᾽ ὅπερ λέγεις.
ἐγὼ δ᾽ ἐπ᾽ ἀκτὰς εἶμι καὶ νεὼς σκάφος
ἥσω 'πὶ πόντον Σικελὸν ἔς τ᾽ ἐμὴν πάτραν.

Κύκλωψ
οὐ δῆτ᾽, ἐπεί σε τῆσδ᾽ ἀπορρήξας πέτρας
705αὐτοῖσι συνναύταισι συντρίψω βαλών.
ἄνω δ᾽ ἐπ᾽ ὄχθον εἶμι, καίπερ ὢν τυφλός,
δι᾽ ἀμφιτρῆτος τῆσδε προσβαίνων ποδί.

Χορός
ἡμεῖς δὲ συνναῦταί γε τοῦδ᾽ Ὀδυσσέως
ὄντες τὸ λοιπὸν Βακχίῳ δουλεύσομεν.

load focus English (David Kovacs)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: