previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀδυσσεύς
Κύκλωψ, ἄκουσον: ὡς ἐγὼ τοῦ Βακχίου
520τούτου τρίβων εἴμ᾽, ὃν πιεῖν ἔδωκά σοι.

Κύκλωψ
Βάκχιος δὲ τίς; θεὸς νομίζεται;

Ὀδυσσεύς
μέγιστος ἀνθρώποισιν ἐς τέρψιν βίου.

Κύκλωψ
ἐρυγγάνω γοῦν αὐτὸν ἡδέως ἐγώ.

Ὀδυσσεύς
τοιόσδ᾽ δαίμων: οὐδένα βλάπτει βροτῶν.

Κύκλωψ
525θεὸς δ᾽ ἐν ἀσκῷ πῶς γέγηθ᾽ οἴκους ἔχων;

Ὀδυσσεύς
ὅπου τιθῇ τις, ἐνθάδ᾽ ἐστὶν εὐπετής.

Κύκλωψ
οὐ τοὺς θεοὺς χρῆν σῶμ᾽ ἔχειν ἐν δέρμασιν.

Ὀδυσσεύς
τί δ᾽, εἴ σε τέρπει γ᾽; τὸ δέρμα σοι πικρόν;

Κύκλωψ
μισῶ τὸν ἀσκόν: τὸ δὲ ποτὸν φιλῶ τόδε.

Ὀδυσσεύς
530μένων νυν αὐτοῦ πῖνε κεὐθύμει, Κύκλωψ.

Κύκλωψ
οὐ χρή μ᾽ ἀδελφοῖς τοῦδε προσδοῦναι ποτοῦ;

Ὀδυσσεύς
ἔχων γὰρ αὐτὸς τιμιώτερος φανῇ.

Κύκλωψ
διδοὺς δὲ τοῖς φίλοισι χρησιμώτερος.

Ὀδυσσεύς
πυγμὰς κῶμος λοίδορόν τ᾽ ἔριν φιλεῖ.

Κύκλωψ
535μεθύω μέν, ἔμπας δ᾽ οὔτις ἂν ψαύσειέ μου.

Ὀδυσσεύς
τᾶν, πεπωκότ᾽ ἐν δόμοισι χρὴ μένειν.

Κύκλωψ
ἠλίθιος ὅστις μὴ πιὼν κῶμον φιλεῖ.

Ὀδυσσεύς
ὃς δ᾽ ἂν μεθυσθείς γ᾽ ἐν δόμοις μείνῃ σοφός.

Κύκλωψ
τί δρῶμεν, Σιληνέ; σοὶ μένειν δοκεῖ;

Σιληνός
540δοκεῖ: τί γὰρ δεῖ συμποτῶν ἄλλων, Κύκλωψ;

Ὀδυσσεύς
καὶ μὴν λαχνῶδές γ᾽ οὖδας ἀνθηρᾶς χλόης.

Σιληνός
καὶ πρός γε θάλπος ἡλίου πίνειν καλόν.
κλίθητί νύν μοι πλευρὰ θεὶς ἐπὶ χθονός.

Κύκλωψ
ἰδού.
545τί δῆτα τὸν κρατῆρ᾽ ὄπισθ᾽ ἐμοῦ τίθης;

Σιληνός
ὡς μὴ παριών τις καταβάλῃ.

Κύκλωψ
πίνειν μὲν οὖν
κλέπτων σὺ βούλῃ: κάτθες αὐτὸν ἐς μέσον.
σὺ δ᾽, ξέν᾽, εἰπὲ τοὔνομ᾽ τι σε χρὴ καλεῖν.

Ὀδυσσεύς
Οὖτιν: χάριν δὲ τίνα λαβών σ᾽ ἐπαινέσω;

Κύκλωψ
550πάντων σ᾽ ἑταίρων ὕστερον θοινάσομαι.

Σιληνός
καλόν γε τὸ γέρας τῷ ξένῳ δίδως, Κύκλωψ.

Κύκλωψ
οὗτος, τί δρᾷς; τὸν οἶνον ἐκπίνεις λάθρᾳ;

Σιληνός
οὔκ, ἀλλ᾽ ἔμ᾽ οὗτος ἔκυσεν ὅτι καλὸν βλέπω.

Κύκλωψ
κλαύσῃ, φιλῶν τὸν οἶνον οὐ φιλοῦντα σέ.

Σιληνός
555οὐ μὰ Δί᾽, ἐπεί μού φησ᾽ ἐρᾶν ὄντος καλοῦ.

Κύκλωψ
ἔγχει, πλέων δὲ τὸν σκύφον δίδου μόνον.

Σιληνός
πῶς οὖν κέκραται; φέρε διασκεψώμεθα.

Κύκλωψ
ἀπολεῖς: δὸς οὕτως.

Σιληνός
οὐ μὰ Δί᾽, οὐ πρὶν ἄν γέ σε
στέφανον ἴδω λαβόντα γεύσωμαί τέ τι.

Κύκλωψ
560οἱνοχόος ἄδικος.

Σιληνός
<ναὶ> μὰ Δί᾽, ἀλλ᾽ οἷνος γλυκύς.
ἀπομακτέον δέ σοὐστὶν ὡς λήψῃ πιεῖν.

Κύκλωψ
ἰδού, καθαρὸν τὸ χεῖλος αἱ τρίχες τέ μου.

Σιληνός
θές νυν τὸν ἀγκῶν᾽ εὐρύθμως κᾆτ᾽ ἔκπιε,
ὥσπερ μ᾽ ὁρᾷς πίνονταῲχὤσπερ οὐκέτι.

Κύκλωψ
565 , τί δράσεις;

Σιληνός
ἡδέως ἠμύστισα.

load focus English (David Kovacs)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: