previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὀδυσσεύς
ἄκουε δή νυν ἣν ἔχω τιμωρίαν
θηρὸς πανούργου σῆς τε δουλείας φυγήν.

Χορός
λέγ᾽, ὡς Ἀσιάδος οὐκ ἂν ἥδιον ψόφον
κιθάρας κλύοιμεν Κύκλωπ᾽ ὀλωλότα.

Ὀδυσσεύς
445ἐπὶ κῶμον ἕρπειν πρὸς κασιγνήτους θέλει
Κύκλωπας ἡσθεὶς τῷδε Βακχίου ποτῷ.

Χορός
ξυνῆκ᾽: ἔρημον ξυλλαβὼν δρυμοῖσί νιν
σφάξαι μενοινᾷς πετρῶν ὦσαι κάτα.

Ὀδυσσεύς
οὐδὲν τοιοῦτον: δόλιος προθυμία.

Χορός
450πῶς δαί; σοφόν τοί σ᾽ ὄντ᾽ ἀκούομεν πάλαι.

Ὀδυσσεύς
κώμου μὲν αὐτὸν τοῦδ᾽ ἀπαλλάξαι, λέγων
ὡς οὐ Κύκλωψι πῶμα χρὴ δοῦναι τόδε,
μόνον δ᾽ ἔχοντα βίοτον ἡδέως ἄγειν.
ὅταν δ᾽ ὑπνώσσῃ Βακχίου νικώμενος,
455ἀκρεμὼν ἐλαίας ἔστιν ἐν δόμοισί τις,
ὃν φασγάνῳ τῷδ᾽ ἐξαποξύνας ἄκρον
ἐς πῦρ καθήσω: κᾆθ᾽ ὅταν κεκαυμένον
ἴδω νιν, ἄρας θερμὸν ἐς μέσην βαλῶ
Κύκλωπος ὄψιν ὄμμα τ᾽ ἐκτήξω πυρί.
460ναυπηγίαν δ᾽ ὡσεί τις ἁρμόζων ἀνὴρ
διπλοῖν χαλινοῖν τρύπανον κωπηλατεῖ,
οὕτω κυκλώσω δαλὸν ἐν φαεσφόρῳ
Κύκλωπος ὄψει καὶ συναυανῶ κόρας.

Χορός
ἰοὺ ἰού:
465γέγηθα μαινόμεσθα τοῖς εὑρήμασιν.

Ὀδυσσεύς
κἄπειτα καὶ σὲ καὶ φίλους γέροντά τε
νεὼς μελαίνης κοῖλον ἐμβήσας σκάφος
διπλαῖσι κώπαις τῆσδ᾽ ἀποστελῶ χθονός.

Χορός
ἔστ᾽ οὖν ὅπως ἂν ὡσπερεὶ σπονδῆς θεοῦ
470κἀγὼ λαβοίμην τοῦ τυφλοῦντος ὄμματα
δαλοῦ; φόνου γὰρ τοῦδε κοινωνεῖν θέλω.

Ὀδυσσεύς
δεῖ γοῦν: μέγας γὰρ δαλός, οὗ ξυλληπτέον.

Χορός
ὡς κἂν ἁμαξῶν ἑκατὸν ἀραίμην βάρος,
εἰ τοῦ Κύκλωπος τοῦ κακῶς ὀλουμένου
475ὀφθαλμὸν ὥσπερ σφηκιὰν ἐκθύψομεν.

Ὀδυσσεύς
σιγᾶτέ νυν: δόλον γὰρ ἐξεπίστασαι:
χὤταν κελεύω, τοῖσιν ἀρχιτέκτοσιν
πείθεσθ᾽. ἐγὼ γὰρ ἄνδρας ἀπολιπὼν φίλους
τοὺς ἔνδον ὄντας οὐ μόνος σωθήσομαι.
480[καίτοι φύγοιμ᾽ ἂν κἀκβέβηκ᾽ ἄντρου μυχῶν:
ἀλλ᾽ οὐ δίκαιον ἀπολιπόντ᾽ ἐμοὺς φίλους
ξὺν οἷσπερ ἦλθον δεῦρο σωθῆναι μόνον.]

load focus English (David Kovacs)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: