Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
παῖ γενναίων μὲν πατέρων
γενναίων δ᾽ ἐκ τοκάδων,
πᾷ δή μοι νίσῃ σκοπέλους;
οὐ τᾷδ᾽ ὑπήνεμος αὔ-
45ρα καὶ ποιηρὰ βοτάνα;
δινᾶέν δ᾽ ὕδωρ ποταμῶν
ἐν πίστραις κεῖται πέλας ἄν-
τρων, οὗ σοι βλαχαὶ τεκέων.