previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δ᾽ ἑταίρων τῶν ἐμῶν πλησθεὶς βορᾶς
410ἀνέπεσε, φάρυγος αἰθέρ᾽ ἐξανεὶς βαρύν,
ἐσῆλθέ μοί τι θεῖον: ἐμπλήσας σκύφος
Μάρωνος αὐτῷ τοῦδε προσφέρω πιεῖν,
λέγων τάδ᾽: τοῦ ποντίου θεοῦ Κύκλωψ,
σκέψαι τόδ᾽ οἷον Ἑλλὰς ἀμπέλων ἄπο
415θεῖον κομίζει πῶμα, Διονύσου γάνος.
δ᾽ ἔκπλεως ὢν τῆς ἀναισχύντου βορᾶς
ἐδέξατ᾽ ἔσπασέν <τ᾽> ἄμυστιν ἑλκύσας
κἀπῄνεσ᾽ ἄρας χεῖρα: Φίλτατε ξένων,
καλὸν τὸ πῶμα δαιτὶ πρὸς καλῇ δίδως.
420ἡσθέντα δ᾽ αὐτὸν ὡς ἐπῃσθόμην ἐγώ,
ἄλλην ἔδωκα κύλικα, γιγνώσκων ὅτι
τρώσει νιν οἷνος καὶ δίκην δώσει τάχα.
καὶ δὴ πρὸς ᾠδὰς εἷρπ᾽. ἐγὼ δ᾽ ἐπεγχέων
ἄλλην ἐπ᾽ ἄλλῃ σπλάγχν᾽ ἐθέρμαινον ποτῷ.
425ᾁδει δὲ παρὰ κλαίουσι συνναύταις ἐμοῖς
ἄμουσ᾽, ἐπηχεῖ δ᾽ ἄντρον. ἐξελθὼν δ᾽ ἐγὼ
σιγῇ σὲ σῶσαι κἄμ᾽, ἐὰν βούλῃ, θέλω.
ἀλλ᾽ εἴπατ᾽ εἴτε χρῄζετ᾽ εἴτ᾽ οὐ χρῄζετε
φεύγειν ἄμεικτον ἄνδρα καὶ τὰ Βακχίου
430ναίειν μέλαθρα Ναΐδων νυμφῶν μέτα.
μὲν γὰρ ἔνδον σὸς πατὴρ τάδ᾽ ᾔνεσεν:
ἀλλ᾽ ἀσθενὴς γὰρ κἀποκερδαίνων ποτοῦ
ὥσπερ πρὸς ἰξῷ τῇ κύλικι λελημμένος
πτέρυγας ἀλύει: σὺ δένεανίας γὰρ εἶ
435σώθητι μετ᾽ ἐμοῦ καὶ τὸν ἀρχαῖον φίλον
Διόνυσον ἀνάλαβ᾽, οὐ Κύκλωπι προσφερῆ.

Χορός
φίλτατ᾽, εἰ γὰρ τήνδ᾽ ἴδοιμεν ἡμέραν
Κύκλωπος ἐκφυγόντες ἀνόσιον κάρα.
ὡς διὰ μακροῦ γετὸν σίφωνα τὸν φίλον
440χηρεύομεν τόνδ᾽ οὐκ ἔχομεν καταφαγεῖν.†

load focus English (David Kovacs)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: