A Pal vi.336
τὰ ῥόδα τὰ δροσόεντα καὶ ἁ κατάπυκνος ἐκείνα
ἕρπυλλος κεῖται ταῖς ῾Ελικωνιάσι,
ταὶ δὲ μελάμφυλλοι δάφναι τὶν Πύθιε Παιάν,
δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάισε.
5βωμὸν δ᾽ αἱμαξεῖ κεραὸς τράγος οὗτος ὁ μαλός,
τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα.