previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Βουκολιασταὶ Κομάτας καὶ Λάκων

Κομάτας

αἶγες ἐμαί, τῆνον τὸν ποιμένα τόνδε Σιβύρτα
φεύγετε τὸν Λάκωνα: τό μευ νάκος ἐχθὲς ἔκλεψεν.

Λάκων

οὐκ ἀπὸ τᾶς κράνας; σίττ᾽ ἀμνίδες. οὐκ ἐσορῆτε
τόν μευ τὰν σύριγγα πρόαν κλέψαντα Κομάταν;

Κομάτας

5τὰν ποίαν σύριγγα; τὺ γάρ ποκα δῶλε Σιβύρτα
ἐκτάσα σύριγγα; τί δ᾽ οὐκέτι σὺν Κορύδωνι
ἀρκεῖ τοι καλάμας αὐλὸν ποππύσδεν ἔχοντι;

Λάκων

τάν μοι ἔδωκε Λύκων ὦλεύθερε. τὶν δὲ τὸ ποῖον
Λάκων ἀγκλέψας πόκ᾽ ἔβα νάκος; εἰπὲ Κομάτα:
10οὐδὲ γὰρ Εὐμάρᾳ τῷ δεσπότᾳ ἦς τι ἐνεύδειν.

Κομάτας

τὸ Κροκύλος μοι ἔδωκε, τὸ ποικίλον, ἁνίκ᾽ ἔθυσε
ταῖς Νύμφαις τὰν αἶγα: τὺ δ᾽ κακὲ καὶ τόκ᾽ ἐτάκευ
βασκαίνων, καὶ νῦν με τὰ λοίσθια γυμνὸν ἔθηκας.

Λάκων

οὐκ αὐτὸν τὸν Πᾶνα τὸν ἄκτιον, οὐ τέ γε Λάκων
15τὰν βαίταν ἀπέδυσ᾽ Καλαιθίδος, κατὰ τήνας
τᾶς πέτρας ὤνθρωπε μανεὶς ἐς Κρᾶθιν ἁλοίμαν.

Κομάτας

οὐ μὰν οὐκ αὐτὰς τὰς λιμνάδας ὦγαθὲ Νύμφας,
αἵτέ μοι ἵλαοί τε καὶ εὐμενέες τελέθοιεν,
οὔ τευ τὰν σύριγγα λαθὼν ἔκλεψε Κομάτας.

Λάκων

20αἴ τοι πιστεύσαιμι, τὰ Δάφνιδος ἄλγε᾽ ἀροίμαν.
ἀλλ᾽ ὦν αἴκα λῇς ἔριφον θέμεν--ἔστι μὲν οὐδὲν
ἱερόν--ἀλλά γε τοι διαείσομαι, ἕστέ κ᾽ ἀπείπῃς.

Κομάτας

ὗς ποτ᾽ ᾿Αθαναίαν ἔριν ἤρισεν. ἠνίδε κεῖται
ὥριφος: ἀλλά γε καὶ τὺ τὸν εὔβοτον ἀμνὸν ἔρισδε.

Λάκων

25καὶ πῶς κίναδος τὺ τάδ᾽ ἔσσεται ἐξ ἴσω ἁμίν;
τίς τρίχας ἀντ᾽ ἐρίων ἐποκίξατο; τίς δὲ παρεύσας
αἰγὸς πρατοτόκοιο κακὰν κύνα δήλετ᾽ ἀμέλγειν;

Κομάτας

ὅστις νικασεῖν τὸν πλατίον ὡς τὺ πεποίθεις,
σφὰξ βομβέων τέττιγος ἐναντίον. ἀλλὰ γὰρ οὔ τοι
30ὥριφος ἰσοπαλής, τυῖδ᾽ τράγος οὗτος. ἔρισδε.

Λάκων

μὴ σπεῦδ᾽: οὐ γάρ τοι πυρὶ θάλπεαι. ἅδιον ᾀσῇ
τεῖδ᾽ ὑπὸ τὰν κότινον καὶ τἄλσεα ταῦτα καθίξας.
ψυχρὸν ὕδωρ τουτεῖ καταλείβεται: ὧδε πεφύκει
ποία χἁ στιβὰς ἅδε, καὶ ἀκρίδες ὧδε λαλεῦντι.

Κομάτας

ἀλλ᾽ οὔ τι σπεύδω: μέγα δ᾽ ἄχθομαι, εἰ τύ με τολμῇς
ὄμμασι τοῖς ὀρθοῖσι ποτιβλέπεν, ὅν ποκ᾽ ἐόντα
παῖδ᾽ ἔτ᾽ ἐγὼν ἐδίδασκον. ἴδ᾽ χάρις ἐς τί ποθ᾽ ἕρπει.
θρέψαι καὶ λυκιδεῖς, θρέψαι κύνας, ὥς τυ φάγωντι.

Λάκων

καὶ πόκ᾽ ἐγὼ παρὰ τεῦς τι μαθὼν καλὸν καὶ ἀκούσας
40μέμναμ᾽; φθονερὸν τὺ καὶ ἀπρεπὲς ἀνδρίον αὔτως.
……
ἀλλὰ γὰρ ἕρφ᾽ ὦδ᾽, ἕρπε, καὶ ὕστατα βουκολιαξῇ.

Κομάτας

45οὐχ ἑρψῶ τηνεῖ: τουτεῖ δρύες, ὧδε κύπειρος,
ὧδε καλὸν βομβεῦντι ποτὶ σμήνεσσι μέλισσαι:
ἔνθ᾽ ὕδατος ψυχρῶ κρᾶναι δύο: ταὶ δ᾽ ἐπὶ δένδρει
ὄρνιχες λαλαγεῦντι: καὶ σκιὰ οὐδὲν ὁμοία
τᾷ παρὰ τίν: βάλλει δὲ καὶ πίτυς ὑψόθε κώνοις.

Λάκων

50 μὰν ἀρνακίδας τε καὶ εἴρια τεῖδε πατησεῖς,
αἴκ᾽ ἔνθῃς, ὕπνω μαλακώτερα: ταὶ δὲ τραγεῖαι
ταὶ παρὰ τὶν ὄσδοντι κακώτερον τύ περ ὄσδεις.
στασῶ δὲ κρατῆρα μέγαν λευκοῖο γάλακτος
ταῖς Νύμφαις, στασῶ δὲ καὶ ἁδέος ἄλλον ἐλαίω.

Κομάτας

55αἰ δέ κε καὶ τὺ μόλῃς, ἁπαλὰν πτέριν ὧδε πατησεῖς
καὶ γλάχων᾽ ἀνθεῦσαν: ὑπεσσεῖται δὲ χιμαιρᾶν
δέρματα τῶν παρὰ τὶν μαλακώτερα τετράκις ἀρνῶν.
στασῶ δ᾽ ὀκτὼ μὲν γαυλὼς τῷ Πανὶ γάλακτος,
ὀκτὼ δὲ σκαφίδας μέλιτος πλέα κηρί᾽ ἐχοίσας.

Λάκων

60αὐτόθε μοι ποτέρισδε καὶ αὐτόθε βουκολιάσδευ:
τὰν σαυτῶ πατέων ἔχε τὰς δρύας. ἀλλὰ τίς ἄμμε
τίς κρινεῖ; αἴθ᾽ ἔνθοι πόθ᾽ βουκόλος ὧδ᾽ Λυκώπας.

Κομάτας

οὐδὲν ἐγὼ τήνω ποτιδεύομαι: ἀλλὰ τὸν ἄνδρα,
αἰ λῇς, τὸν δρυτόμον βωστρήσομες, ὃς τὰς ἐρείκας
65τήνας τὰς παρὰ τὶν ξυλοχίζεται: ἔστι δὲ Μόρσων.

Λάκων

βωστρέωμες.

Κομάτας

τὺ κάλει νιν.

Λάκων

ἴθ᾽ ξένε μικκὸν ἄκουσον
τεῖδ᾽ ἐνθών: ἄμμες γὰρ ἐρίσδομες, ὅστις ἀρείων
βουκολιαστάς ἐστι. τὺ δ᾽ φίλε μήτ᾽ ἐμὲ Μόρσων
ἐν χάριτι κρίνῃς, μήτ᾽ ὦν τύγα τοῦτον ὀνάσῃς.

Κομάτας

70ναὶ ποτὶ τᾶν Νυμφᾶν Μόρσων φίλε μήτε Κομάτᾳ
τὸ πλέον ἰθύνῃς, μήτ᾽ ὦν τύγα τῷδε χαρίξῃ.
ἅδέ τοι ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα,
Εὐμάρα δὲ τὰς αἶγας ὁρῇς φίλε τῶ Συβαρίτα.

Λάκων

μή τύ τις ἠρώτη πὸτ τῶ Διός, αἴτε Σιβύρτα
αἴτ᾽ ἐμόν ἐστι κάκιστε τὸ ποίμνιον; ὡς λάλος ἐσσί.

Κομάτας

βέντισθ᾽ οὗτος, ἐγὼ μὲν ἀλαθέα πάντ᾽ ἀγορεύω
κοὐδὲν καυχέομαι: τὺ δ᾽ ἄγαν φιλοκέρτομος ἐσσί.

Λάκων

εἶα λέγ᾽ εἴ τι λέγεις, καὶ τὸν ξένον ἐς πόλιν αὖθις
ζῶντ᾽ ἄφες: Παιάν, στωμύλος ἦσθα Κομάτα.

Κομάτας

80ταὶ Μοῖσαί με φιλεῦντι πολὺ πλέον τὸν ἀοιδὸν
Δάφνιν: ἐγὼ δ᾽ αὐταῖς χιμάρως δύο πρᾶν ποκ᾽ ἔθυσα.

Λάκων

καὶ γὰρ ἔμ᾽ ὡπόλλων φιλέει μέγα, καὶ καλὸν αὐτῷ
κριὸν ἐγὼ βόσκω. τὰ δὲ Κάρνεα καὶ δὴ ἐφέρπει.

Κομάτας

πλὰν δύο τὰς λοιπὰς διδυματόκος αἶγας ἀμέλγω,
85καί μ᾽ παῖς ποθορεῦσατάλανλέγειαὐτὸς ἀμέλγεις;’

Λάκων

φεῦ φεῦ Λάκων τοι ταλάρως σχεδὸν εἴκατι πληροῖ
τυρῶ καὶ τὸν ἄναβον ἐν ἄνθεσι παῖδα μολύνει.

Κομάτας

βάλλει καὶ μάλοισι τὸν αἰπόλον Κλεαρίστα
τὰς αἶγας παρελᾶντα καὶ ἁδύ τι ποππυλιάσδει.

Λάκων

90κἠμὲ γὰρ Κρατίδας τὸν ποιμένα λεῖος ὑπαντῶν
ἐκμαίνει: λιπαρὰ δὲ παρ᾽ αὐχένα σείετ᾽ ἔθειρα.

Κομάτας

ἀλλ᾽ οὐ σύμβλητ᾽ ἐστὶ κυνόσβατος οὐδ᾽ ἀνεμώνα
πρὸς ῥόδα, τῶν ἄνδηρα παρ᾽ αἱμασιαῖσι πεφύκει.

Λάκων

οὐδὲ γὰρ οὐδ᾽ ἀκύλοις ὁμομαλίδες: αἱ μὲν ἔχοντι
95λυπρὸν ἀπὸ πρίνοιο λεπύριον, αἱ δὲ μελιχραί.

Κομάτας

κἠγὼ μὲν δωσῶ τᾷ παρθένῳ αὐτίκα φάσσαν
ἐκ τᾶς ἀρκεύθω καθελών: τηνεῖ γὰρ ἐφίσδει.

Λάκων

ἀλλ᾽ ἐγὼ ἐς χλαῖναν μαλακὸν πόκον, ὁππόκα πέξω
τὰν οἶν τὰν πέλλαν, Κρατίδᾳ δωρήσομαι αὐτός.

Κομάτας

100σίττ᾽ ἀπὸ τᾶς κοτίνω ταὶ μηκάδες: ὧδε νέμεσθε,
ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι.

Λάκων

οὐκ ἀπὸ τᾶς δρυὸς οὗτος Κώναρος τε Κιναίθα;
τουτεῖ βοσκησεῖσθε ποτ᾽ ἀντολάς, ὡς Φάλαρος.

Κομάτας

ἔστι δέ μοι γαυλὸς κυπαρίσσινος, ἔστι δὲ κρατήρ,
105ἔργον Πραξιτέλευς: τᾷ παιδὶ δὲ ταῦτα φυλάσσω.

Λάκων

χἁμῖν ἐστι κύων φιλοποίμνιος, ὃς λύκος ἄγχει,
ὃν τῷ παιδὶ δίδωμι τὰ θηρία πάντα διώκειν.

Κομάτας

ἀκρίδες, αἳ τὸν φραγμὸν ὑπερπαδῆτε τὸν ἁμόν,
μή μευ λωβασεῖσθε τὰς ἀμπέλος: ἐντὶ γὰρ ἇβαι.

Λάκων

110τοὶ τέττιγες, ὁρῆτε τὸν αἰπόλον ὡς ἐρεθίζω:
οὑτῶς χὑμές θην ἐρεθίζετε τὼς καλαμευτάς.

Κομάτας

μισέω τὰς δασυκέρκος ἀλώπεκας, αἳ τὰ Μίκωνος
αἰεὶ φοιτῶσαι τὰ ποθέσπερα ῥαγίζοντι.

Λάκων

καὶ γὰρ ἐγὼ μισέω τὼς κανθάρος, οἳ τὰ Φιλώνδα
115σῦκα κατατρώγοντες ὑπανέμιοι φορέονται.

Κομάτας

οὐ μέμνᾳ, ὅκ᾽ ἐγώ τυ κατήλασα, καὶ τὺ σεσαρὼς
εὖ ποτεκιγκλίζευ καὶ τᾶς δρυὸς εἴχεο τήνας;

Λάκων

τοῦτο μὲν οὐ μέμναμ᾽: ὅκα μάν ποκα τεῖδέ τυ δήσας
Εὐμάρας ἐκάθηρε καλῶς μάλα, τοῦτό γ᾽ ἴσαμι.

Κομάτας

120 δή τις Μόρσων πικραίνεται: οὐχὶ παρῄσθευ;
σκίλλας ἰὼν γραίας ἀπὸ σάματος αὐτίκα τίλλειν.

Λάκων

κἠγὼ μὰν κνίζω Μόρσων τινά: καὶ τὺ δὲ λεύσσεις.
ἐνθὼν τὰν κυκλάμινον ὄρυσσέ νυν ἐς τὸν ῎Αλεντα.

Κομάτας

῾Ιμέρα ἀνθ᾽ ὕδατος ῥείτω γάλα, καὶ τὺ δὲ Κράθι
125οἴνῳ πορφύροις, τὰ δέ τ᾽ οἴσυα καρπὸν ἐνείκαι.

Λάκων

ῥείτω χἁ Συβαρῖτις ἐμὶν μέλι, καὶ τὸ πότορθρον
παῖς ἀνθ᾽ ὕδατος τᾷ κάλπιδι κηρία βάψαι.

Κομάτας

ταὶ μὲν ἐμαὶ κύτισόν τε καὶ αἴγιλον αἶγες ἔδοντι,
καὶ σχῖνον πατέοντι καὶ ἐν κομάροισι κέχυνται.

Λάκων

130ταῖσι δ᾽ ἐμαῖς ὀίεσσι πάρεστι μὲν μελίτεια
φέρβεσθαι, πολλὸς δὲ καὶ ὡς ῥόδα κίσθος ἐπανθεῖ.

Κομάτας

οὐκ ἔραμ᾽ ᾿Αλκίππας, ὅτι με πρᾶν οὐκ ἐφίλασε
τῶν ὤτων καθελοῖσ᾽, ὅκά οἱ τὰν φάσσαν ἔδωκα.

Λάκων

ἀλλ᾽ ἐγὼ Εὐμήδευς ἔραμαι μέγα: καὶ γὰρ ὅκ᾽ αὐτῷ
135τὰν σύριγγ᾽ ὤρεξα, καλόν τί με κάρτ᾽ ἐφίλασεν.

Κομάτας

οὐ θεμιτὸν Λάκων ποτ᾽ ἀηδόνα κίσσας ἐρίσδειν,
οὐδ᾽ ἔποπας κύκνοισι: τὺ δ᾽ τάλαν ἐσσὶ φιλεχθής.

Μόρσων

παύσασθαι κέλομαι τὸν ποιμένα. τὶν δὲ Κομάτα
δωρεῖται Μόρσων τὰν ἀμνίδα: καὶ τὺ δὲ θύσας
ταῖς Νύμφαις Μόρσωνι καλὸν κρέας αὐτίκα πέμψον.

Κομάτας

πεμψῶ ναὶ τὸν Πᾶνα. φριμάσσεο πᾶσα τραγίσκων
νῦν ἀγέλα: κἠγὼ γὰρ ἴδ᾽ ὡς μέγα τοῦτο καχαξῶ
κὰτ τῶ Λάκωνος τῶ ποιμένος, ὅττι πόκ᾽ ἤδη
ἀνυσάμαν τὰν ἀμνόν: ἐς ὠρανὸν ὔμμιν ἁλεῦμαι.
145αἶγες ἐμαὶ θαρσεῖτε κερούτιδες: αὔριον ὔμμε
πάσας ἐγὼ λουσῶ Συβαρίτιδος ἔνδοθι λίμνας.
οὗτος Λευκίτας κορυπτίλος, εἴ τιν᾽ ὀχευσεῖς
τᾶν αἰγῶν, φλασσῶ τυ πρὶν γ᾽ ἐμὲ καλλιερῆσαι
ταῖς Νύμφαις τὰν ἀμνόν. δ᾽ αὖ πάλιν. ἀλλὰ γενοίμαν,
150αἰ μή τυ φλάσσαιμι, Μελάνθιος ἀντὶ Κομάτα.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: