previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κῶμος


Κωμάσδω ποτὶ τὰν ᾿Αμαρυλλίδα, ταὶ δέ μοι αἶγες
βόσκονται κατ᾽ ὄρος, καὶ Τίτυρος αὐτὰς ἐλαύνει.
Τίτυρ᾽ ἐμὶν τὸ καλὸν πεφιλαμένε, βόσκε τὰς αἶγας,
καὶ ποτὶ τὰν κράναν ἄγε Τίτυρε, καὶ τὸν ἐνόρχαν
5τὸν Λιβυκὸν κνάκωνα φυλάσσεο, μή τι κορύψῃ.
̂̓Ω χαρίεσσ᾽ ᾿Αμαρυλλί, τί μ᾽ οὐκέτι τοῦτο κατ᾽ ἄντρον
παρκύπτοισα καλεῖς τὸν ἐρωτύλον; ῥά με μισεῖς;
ῥά γέ τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν,
νύμφα, καὶ προγένειος; ἀπάγξασθαί με ποησεῖς.
10    ἠνίδε τοι δέκα μᾶλα φέρω: τηνῶθε καθεῖλον,
μ᾽ ἐκέλευ καθελεῖν τύ: καὶ αὔριον ἄλλά τοι οἰσῶ.
θᾶσαι μὰν θυμαλγὲς ἐμὸν ἄχος: αἴθε γενοίμαν
βομβεῦσα μέλισσα καὶ ἐς τεὸν ἄντρον ἱκοίμαν
τὸν κισσὸν διαδὺς καὶ τὰν πτέριν, τὺ πυκάσδῃ.
νῦν ἔγνων τὸν ῎Ερωτα: βαρὺς θεός: ῥα λεαίνας
μαζὸν ἐθήλαζε, δρυμῷ τέ νιν ἔτρεφε μάτηρ,
ὅς με κατασμύχων καὶ ἐς ὀστίον ἄχρις ἰάπτει.
τὸ καλὸν ποθορεῦσα, τὸ πᾶν λίθος: κυάνοφρυ
νύμφα, πρόσπτυξαί με τὸν αἰπόλον, ὥς τυ φιλάσω.
20ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις.
τὸν στέφανον τῖλαί με κατ᾽ αὐτίκα λεπτὰ ποησεῖς,
τόν τοι ἐγὼν ᾿Αμαρυλλὶ φίλα κισσοῖο φυλάσσω
ἀμπλέξας καλύκεσσι καὶ εὐόδμοισι σελίνοις.--
῎Ωμοι ἐγώ, τί πάθω; τί δύσσοος; οὐχ ὑπακούεις;--
25    τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι,
ὧπερ τὼς θύννως σκοπιάζεται ῎Ολπις γριπεύς:
καἴκα δἠποθάνω, τό γε μὰν τεὸν ἁδὺ τέτυκται.
ἔγνων πρᾶν, ὅκα μευ μεμναμένω, εἰ φιλέεις με,
οὐδὲ τὸ τηλέφιλον ποτεμάξατο, τὸ πλατάγημα,
30ἀλλ᾽ αὔτως ἁπαλῷ ποτὶ πάχεος ἐξεμαράνθη.
εἶπε καὶ ἀγροιῶτις ἀλαθέα κοσκινόμαντις,
πρᾶν ποιολογεῦσα Παραιβάτις, οὕνεκ᾽ ἐγὼ μὲν
τὶν ὅλος ἔγκειμαι, τὺ δέ μευ λόγον οὐδένα ποιῇ.
μάν τοι λευκὰν διδυματόκον αἶγα φυλάσσω,
35τάν με καὶ Μέρμνωνος ἐριθακὶς μελανόχρως
αἰτεῖ, καὶ δωσῶ οἱ, ἐπεὶ τύ μοι ἐνδιαθρύπτῃ.
῞Αλλεται ὀφθαλμός μευ δεξιός: ῥά γ᾽ ἰδησῶ
αὐτάν; ᾀσεῦμαι ποτὶ τὰν πίτυν ὧδ᾽ ἀποκλινθείς,
καί κέ μ᾽ ἴσως ποτίδοι, ἐπεὶ οὐκ ἀδαμαντίνα ἐστίν.
40    ῾Ιππομένης ὅκα δὴ τὰν παρθένον ἤθελε γᾶμαι,
μᾶλ᾽ ἐν χερσὶν ἑλὼν δρόμον ἄνυεν: δ᾽ ᾿Αταλάντα
ὡς ἴδεν, ὡς ἐμάνη, ὡς ἐς βαθὺν ἅλατ᾽ ἔρωτα.
τὰν ἀγέλαν χὡ μάντις ἀπ᾽ ῎Οθρυος ἆγε Μελάμπους
ἐς Πύλον: δὲ Βίαντος ἐν ἀγκοίναισιν ἐκλίνθη,
45μάτηρ χαρίεσσα περίφρονος ᾿Αλφεσιβοίης.
τὰν δὲ καλὰν Κυθέρειαν ἐν ὤρεσι μᾶλα νομεύων
οὐχ οὑτῶς ὥδωνις ἐπὶ πλέον ἄγαγε λύσσας,
ὥστ᾽ οὐδὲ φθίμενόν νιν ἄτερ μαζοῖο τίθητι;
ζαλωτὸς μὲν ἐμὶν τὸν ἄτροπον ὕπνον ἰαύων
50᾿Ενδυμίων, ζαλῶ δὲ φίλα γύναι ᾿Ιασίωνα,
ὃς τοσσῆν᾽ ἐκύρησεν, ὅσ᾽ οὐ πευσεῖσθε βέβαλοι.
᾿Αλγέω τὰν κεφαλάν, τὶν δ᾽ οὐ μέλει. οὐκέτ᾽ ἀείδω,
κεισεῦμαι δὲ πεσών, καὶ τοὶ λύκοι ὧδέ μ᾽ ἔδονται.
ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: