previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἠλακάτη


Γλαύκας φιλέριθ᾽ ἀλακάτα δῶρον ᾿Αθανάας
γύναιξιν, νόος οἰκωφελίας αἷσιν ἐπάβολος,
θέρσεισ᾽ ἄμμιν ὑμάρτη πόλιν ἐς Νείλεος ἀγλάαν,
ὅπᾳ Κύπριδος ἶρον καλάμω χλῶρον ὑπαπάλω.
5τυῖδε γὰρ πλόον εὐάνεμον αἰτήμεθα πὰρ Δίος,
ὅπως ξέννον ἔμον τέρψομ᾽ ἴδων κἀντιφιλήσομεν,
Νικίαν, Χαρίτων ἰμεροφώνων ἴερον φύτον,
καὶ σὲ τὰν ἐλέφαντος πολυμόχθω γεγενημέναν
δῶρον Νικιάας εἰς ὀλόχω χέρρας ὀπάσσομεν,
σὺν τᾷ πόλλα μὲν ἔργ᾽ ἐκτελέσεις ἀνδρεΐοις πέπλοις,
πόλλα δ᾽ οἷα γύναικες φορέοισ᾽ ὐδάτινα βράκη.
δὶς γὰρ μάτερες ἄρνων μαλάκοις ἐν βοτάνᾳ πόκοις
πέξαιντ᾽ αὐτοένει, Θευγένιδός γ᾽ ἔνεκ᾽ ἐυσφύρω:
οὕτως ἀνυσίεργος, φιλέει δ᾽ ὅσσα σαόφρονες.
15οὐ γὰρ εἰς ἀκίρας οὐδ᾽ ἐς ἀέργω κεν ἐβολλόμαν
ὀπάσσαι σε δόμοις ἀμμετέρας ἔσσαν ἀπὺ χθόνος.
καὶ γάρ τοι πάτρις, ἃν ὡξ ᾿Εφύρας κτίσσέ ποτ᾽ ᾿Αρχίας
νάσω Τρινακρίας μύελον, ἄνδρων δοκίμων πόλιν.
νῦν μὰν οἶκον ἔχοισ᾽ ἄνερος, ὃς πόλλ᾽ ἐδάη σόφα
20ἀθρώποισι νόσοις φάρμακα λύγραις ἀπαλαλκέμεν,
οἰκήσεις κατὰ Μίλλατον ἐράνναν πεδ᾽ ᾿Ιαόνων,
ὡς εὐαλάκατος Θεύγενις ἐν δαμότισιν πέλῃ,
καί οἱ μνᾶστιν ἄει τῶ φιλαοίδω παρέχῃς ξένω.
κῆνο γάρ τις ἔρει τὤπος ἴδων σ᾽: μεγάλα χάρις
25δώρῳ σὺν ὀλίγῳ: πάντα δὲ τίματα τὰ πὰρ φίλων.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: