previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐραστής


᾿Ανήρ τις πολύφιλτρος ἀπηνέος ἤρατ᾽ ἐφάβω,
τὰν μορφὰν ἀγαθῶ, τὸν δὲ τρόπον οὐκέθ᾽ ὁμοίω.
μίσει τὸν φιλέοντα καὶ οὐδὲ ἓν ἅμερον εἶχε,
κοὐκ ᾔδει τὸν ῎Ερωτα, τίς ἦν θεός, ἡλίκα τόξα
5χερσὶ κρατεῖ, πῶς πικρὰ βέλη ποτικάρδια βάλλει:
πάντα δὲ κἠν μύθοισι καὶ ἐν προσόδοισιν ἀτειρής.
οὐδέ τι τῶν πυρσῶν παραμύθιον, οὐκ ἀμάρυγμα
χείλεος, οὐκ ὄσσων λιπαρὸν σέλας, οὐ ῥοδόμαλον,
οὐ λόγος, οὐχὶ φίλαμα, τὸ κουφίζει τὸν ἔρωτα.
10οἷα δὲ θὴρ ὑλαῖος ὑποπτεύῃσι κυναγώς,
οὕτως πάντ᾽ ἐποίει ποτὶ τὸν φίλον: ἄγρια δ᾽ αὐτῷ
χείλεα καὶ κῶραι δεινὸν βλέπος: εἶχε γὰρ ὄγκον:
τᾷ δὲ χολᾷ τὸ πρόσωπον ἀμείβετο, φεῦγε δ᾽ ἀπὸ χρὼς
ὕβριν τᾶς ὀργᾶς περικείμενος. ἀλλὰ καὶ οὕτως
15ἦν καλός: ἐξ ὀργᾶς ἐρεθίζετο μᾶλλον ἐραστάς.
λοίσθιον οὐκ ἤνεικε τόσαν φλόγα τᾶς Κυθερείας,
ἀλλ᾽ ἐλθὼν ἔκλαιε ποτὶ στυγνοῖσι μελάθροις,
καὶ κύσε τὰν φλιάν, οὕτω δ᾽ ἀνενείκατο φωνάν:
῎Αγριε παῖ καὶ στυγνέ, κακᾶς ἀνάθρεμμα λεαίνας,
20λάινε παῖ καὶ ἔρωτος ἀνάξιε, δῶρά τοι ἦλθον
λοίσθια ταῦτα φέρων, τὸν ἐμὸν βρόχον: οὐκέτι πὰρ σὲ
κῶρ᾽ ἐθέλω λύπης κεχολωμένος, ἀλλὰ βαδίζω,
ἔνθα τύ μευ κατέκρινας, ὅπῃ λόγος ἦμεν ἀταρπὸν
ξυνάν, τοῖσιν ἐρῶσι τὸ φάρμακον ἔνθα τὸ λᾶθος.
25ἀλλὰ καὶ ἢν ὅλον αὐτὸ λαβὼν ποτὶ χεῖλος ἀμέλξω,
οὐδ᾽ οὕτως σβέσσω τὸν ἐμὸν χόλον. ἄρτι δὲ χαίρειν
τοῖσι τεοῖς προθύροις ἐπιτέλλομαι. οἶδα τὸ μέλλον.
καὶ τὸ ῥόδον καλόν ἐστι, καὶ χρόνος αὐτὸ μαραίνει:
καὶ τὸ ἴον καλόν ἐστιν ἐν εἴαρι, καὶ ταχὺ γηρᾷ:
30λευκὸν τὸ κρίνον ἐστί, μαραίνεται ἁνίκα πίπτῃ:
δὲ χιὼν λευκά, καὶ τάκεται ἁνίκα πασθῇ.
καὶ κάλλος καλόν ἐστι τὸ παιδικόν, ἀλλ᾽ ὀλίγον ζῇ.
ἥξει καιρὸς ἐκεῖνος, ὁπανίκα καὶ τὺ φιλάσεις,
ἁνίκα τὰν κραδίαν ὀπτεύμενος ἁλμυρὰ κλαύσῃ.
35ἀλλὰ τὺ παῖ καὶ τοῦτο πανύστατον ἁδύ τι ῥέξον:
ὁππόταν ἐξενθὼν ἠρτημένον ἐν προθύροισι
τοῖσι τεοῖσιν ἴδῃς τὸν τλάμονα, μή με παρένθῃς,
στᾶθι δὲ καὶ βραχὺ κλαῦσον, ἐπισπείσας δὲ τὸ δάκρυ
λῦσον τῶ σχοίνω με καὶ ἀμφίθες ἐκ ῥεθέων σῶν
εἵματα καὶ κρύψόν με, τὸ δ᾽ αὖ πύματόν με φίλασον,
κἂν νεκρῷ χάρισαι τὰ σὰ χείλεα. μή με φοβαθῇς:
οὐ δύναμαι λυπεῖν σε, διαλλάξεις με φιλάσας.
χῶμα δέ μοι χῶσόν τι μευ κρύψει τὸν ἔρωτα.
κἂν ἀπίῃς, τόδε μοι τρὶς ἐπαίασον: φίλε κεῖσαι.
45ἢν δὲ θέλῃς, καὶ τοῦτο: καλὸς δέ μοι ὤλεθ᾽ ἑταῖρος.
γράψον καὶ τόδε γράμμα, τὸ σοῖς τοίχοισι χαράξω:
τοῦτον ἔρως ἔκτεινεν. ὁδοιπόρε, μὴ παροδεύσῃς,
ἀλλὰ στὰς τόδε λέξον: ἀπηνέα εἶχεν ἑταῖρον.’’
̂̔Ωδ᾽ εἰπὼν λίθον εἷλκεν, ἐρεισάμενος δ᾽ ἐπὶ τοίχω
50ἄχρι μέσων οὐδῶν φοβερὸν λίθον ἅπτετ᾽ ἀπ᾽ αὐτῶν,
τὰν λεπτὰν σχοινῖδα, βρόχον δ᾽ ἐνέβαλλε τραχήλῳ,
τὰν ἕδραν δ᾽ ἐκύλισεν ὑπὲκ ποδός, ἠδ᾽ ἐκρεμάσθη
νεκρός. δ᾽ αὖτ᾽ ὤιξε θύρας καὶ τὸν νεκρὸν εἶδεν
αὐλᾶς ἐξ ἰδίας ἠρτημένον, οὐδ᾽ ἐλυγίχθη
55τὰν ψυχάν, οὐ κλαῦσε νέον φόνον, ἀλλ᾽ ἐπὶ νεκρῷ
εἵματα πάντ᾽ ἐμίανεν, ἐφαβικὰ βαῖνε δ᾽ ἐς ἄθλα
γυμναστῶν, καὶ τῆλε φίλων ἐπεμαίετο λουτρῶν,
καὶ ποτὶ τὸν θεὸν ἦλθε, τὸν ὕβρισε: λαϊνέας δὲ
ἵστατ᾽ ἀπὸ κρηπῖδος ἐς ὕδατα: τῷ δ᾽ ἐφύπερθεν
60ἅλατο καὶ τὤγαλμα, κακὸν δ᾽ ἔκτεινεν ἔφαβον:
νᾶμα δ᾽ ἐφοινίχθη: παιδὸς δ᾽ ἐπενάχετο σῶμα.
χαίρετε τοὶ φιλέοντες: γὰρ μισῶν ἐφονεύθη.
στέργετε δ᾽ οἱ μισεῦντες: γὰρ θεὸς οἶδε δικάζειν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: