previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Βουκολίσκος


Εὐνείκα μ᾽ ἐγέλαξε θέλοντά μιν ἁδὺ φιλῆσαι,
καί μ᾽ ἐπικερτομέοισα τάδ᾽ ἔννεπεν: ‘ἔρρ᾽ ἀπ᾽ ἐμεῖο.
βουκόλος ὢν ἐθέλεις με κύσαι τάλαν; οὐ μεμάθηκα
ἀγροίκως φιλέειν, ἀλλ᾽ ἀστικὰ χείλεα θλίβειν.
μή τύ γέ μευ κύσσῃς τὸ καλὸν στόμα μηδ᾽ ἐν ὀνείροις.
οἷα βλέπεις, ὁπποῖα λαλεῖς, ὡς ἄγρια παίσδεις,
ὡς τρυφέρ᾽ αἰκάλλεις, ὡς κωτίλα ῥήματα φράσδεις:
ὡς μαλακὸν τὸ γένειον ἔχεις, ὡς ἁδέα χαίταν.
χείλεά τοι νοσέοντι, χέρες δέ τοι ἐντὶ μέλαιναι,
καὶ κακὸν ἐξόσδεις. ἀπ᾽ ἐμεῦ φύγε, μή με μολύνῃς.’
τοιάδε μυθίζοισα τρὶς εἰς ἑὸν ἔπτυσε κόλπον,
καί μ᾽ ἀπὸ τᾶς κεφαλᾶς ποτὶ τὼ πόδε συνεχὲς εἶδε
χείλεσι μυχθίζοισα καὶ ὄμμασι λοξὰ βλέποισα,
καὶ πολὺ τᾷ μορφᾷ θηλύνετο, καί τι σεσαρὸς
καὶ σοβαρόν μ᾽ ἐγέλαξεν. ἐμοὶ δ᾽ ἄφαρ ἔζεσεν αἷμα,
καὶ χρόα φοινίχθην ὑπὸ τὤλγεος ὡς ῥόδον ἕρσᾳ.
χἁ μὲν ἔβα με λιποῖσα: φέρω δ᾽ ὑποκάρδιον ὀργάν,
ὅττί με τὸν χαρίεντα κακὰ μωμήσαθ᾽ ἑταίρα.
ποιμένες, εἴπατέ μοι τὸ κρήγυον: οὐ καλὸς ἐμμί;
20ἆρά τις ἐξαπίνας με θεὸς βροτὸν ἄλλον ἔτευξε;
καὶ γὰρ ἐμοὶ τὸ πάροιθεν ἐπάνθεεν ἁδύ τι κάλλος
ὡς κισσὸς ποτὶ πρέμνον, ἐμὰν δ᾽ ἐπύκαζεν ὑπήναν,
χαῖται δ᾽ οἷα σέλινα περὶ κροτάφοισι κέχυντο,
καὶ λευκὸν τὸ μέτωπον ἐπ᾽ ὀφρύσι λάμπε μελαίναις:
25ὄμματά μοι γλαυκᾶς χαροπώτερα πολλὸν ᾿Αθάνας,
καὶ στόμα δ᾽ αὖ πακτᾶς γλυκερώτερον, ἐκ στομάτων δὲ
ἔρρεέ μοι φωνὰ γλυκερωτέρα μέλι κηρῶ.
ἁδὺ δέ μοι τὸ μέλισμα, καὶ ἢν σύριγγι μελίσδω,
κἢν αὐλῷ δονέω, κἢν δώνακι, κἢν πλαγιαύλῳ.
30καὶ πᾶσαι καλόν με κατ᾽ ὤρεα φαντὶ γυναῖκες,
καὶ πᾶσαί με φιλεῦντι: τὰ δ᾽ ἀστικά μ᾽ οὐκ ἐφίλασεν,
ἀλλ᾽ ὅτι βουκόλος ἐμμὶ παρέδραμε κοὔποτ᾽ ἀκούει,
ὡς καλὸς Διόνυσος ἐν ἄγκεσι πόρτιν ἔλαυνεν:
οὐκ ἔγνω δ᾽, ὅτι Κύπρις ἐπ᾽ ἀνέρι μήνατο βούτᾳ
35καὶ Φρυγίοις ἐνόμευσεν ἐν ὤρεσι καὶ τὸν ῎Αδωνιν
ἐν δρυμοῖσι φίλασε καὶ ἐν δρυμοῖσιν ἔκλαυσεν.
᾿Ενδυμίων δὲ τίς ἦν; οὐ βουκόλος; ὅν γε Σελάνα
βουκολέοντα φίλασεν, ἀπ᾽ Οὐλύμπω δὲ μολοῖσα
λάθριον ἀν νάπος ἦλθε καὶ εἰς ἕνα παιδὶ κάθευδε.
40καὶ τὺ ῾Ρέα κλαίεις τὸν βουκόλον. οὐχὶ δὲ καὶ τὺ
Κρονίδα διὰ παῖδα βοηνόμον ὄρνις ἐπλάγχθης;
Εὐνείκα δὲ μόνα τὸν βουκόλον οὐκ ἐφίλασεν,
Κυβέλας κρέσσων καὶ Κύπριδος ἠδὲ Σελάνας.
μηκέτι μηδὲ σὺ Κύπρι τὸν ἁδέα μήτε κατ᾽ ἄστυ
μήτ᾽ ἐν ὄρει φιλέοις, μούνη δ᾽ ἀνὰ νύκτα καθεύδοις.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (4 total)
  • Commentary references to this page (2):
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO PAN
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO APHRODITE
  • Cross-references in notes to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: