previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐγκώμιον εἰς Πτολεμαῖον


᾿Εκ Διὸς ἀρχώμεσθα καὶ ἐς Δία λήγετε Μοῖσαι,
ἀθανάτων τὸν ἄριστον ἐπὴν αὐδῶμεν ἀοιδαῖς:
ἀνδρῶν δ᾽ αὖ Πτολεμαῖος ἐνὶ πρώτοισι λεγέσθω
καὶ πύματος καὶ μέσσος: γὰρ προφερέστατος ἄλλων.
5ἥρωες, τοὶ πρόσθεν ἀφ᾽ ἡμιθέων ἐγένοντο,
ῥέξαντες καλὰ ἔργα σοφῶν ἐκύρησαν ἀοιδῶν:
αὐτὰρ ἐγὼ Πτολεμαῖον ἐπιστάμενος καλὰ εἰπεῖν
ὑμνήσαιμ᾽: ὕμνοι δὲ καὶ ἀθανάτων γέρας αὐτῶν.
῎Ιδαν ἐς πολύδενδρον ἀνὴρ ὑλατόμος ἐλθὼν
10παπταίνει, παρεόντος ἄδην, πόθεν ἄρξεται ἔργου.
τί πρῶτον καταλέξω; ἐπεὶ πάρα μυρία εἰπεῖν,
οἷσι θεοὶ τὸν ἄριστον ἐτίμησαν βασιλήων.
᾿Εκ πατέρων οἷος μὲν ἔην τελέσαι μέγα ἔργον
Λαγείδας Πτολεμαῖος, ὅτε φρεσὶν ἐγκατάθοιτο
15βουλάν, ἃν οὐκ ἄλλος ἀνὴρ οἷός τε νοῆσαι.
τῆνον καὶ μακάρεσσι πατὴρ ὁμότιμον ἔθηκεν
ἀθανάτοις, καί οἱ χρύσεος δόμος ἐν Διὸς οἴκῳ
δέδμηται: παρὰ δ᾽ αὐτὸν ᾿Αλέξανδρος φίλα εἰδὼς
ἑδριάει, Πέρσαισι βαρὺς θεὸς αἰολομίτρας.
20ἀντία δ᾽ ῾Ηρακλῆος ἕδρα κενταυροφόνοιο
ἵδρυται στερεοῖο τετυγμένα ἐξ ἀδάμαντος:
ἔνθα σὐν ἄλλοισιν θαλίας ἔχει οὐρανίδαισι,
χαίρων υἱωνῶν περιώσιον υἱωνοῖσιν,
ὅττί σφεων Κρονίδης μελέων ἐξείλετο γῆρας,
25ἀθάνατοι δὲ καλεῦνται ἑοὶ νέποδες γεγαῶτες.
ἄμφω γὰρ πρόγονός σφιν καρτερὸς ῾Ηρακλείδας,
ἀμφότεροι δ᾽ ἀριθμεῦνται ἐς ἔσχατον ῾Ηρακλῆα.
τῷ καὶ ἐπεὶ δαίτηθεν ἴοι κεκορημένος ἤδη
νέκταρος εὐόδμοιο φίλας ἐς δῶμ᾽ ἀλόχοιο,
30τῷ μὲν τόξον ἔδωκεν ὑπωλένιόν τε φαρέτραν,
τῷ δὲ σιδάρειον σκύταλον κεχαραγμένον ὄζοις.
οἱ δ᾽ εἰς ἀμβρόσιον θάλαμον λευκοσφύρου ῞Ηβης
ὅπλα καὶ αὐτὸν ἄγουσι γενειήταν Διὸς υἱόν.
οἵα δ᾽ ἐν πινυταῖσι περικλειτὰ Βερενίκα
35ἔπρεπε θηλυτέραις, ὄφελος μέγα γειναμένοισι.
τᾷ μὲν Κύπρον ἔχοισα Διώνας πότνια κούρα
κόλπον ἐς εὐώδη ῥαδινὰς ἐσεμάξατο χεῖρας.
τῷ οὔπω τινὰ φαντὶ ἁδεῖν τόσον ἀνδρὶ γυναικῶν,
ὅσσόν περ Πτολεμαῖος ἑὴν ἐφίλησεν ἄκοιτιν.
40 μὰν ἀντεφιλεῖτο πολὺ πλέον: ὧδέ κε παισὶ
θαρσήσας σφετέροισιν ἐπιτρέποι οἶκον ἅπαντα,
ὁππότε κεν φιλέων βαίνῃ λέχος ἐς φιλεούσης.
ἀστόργου δὲ γυναικὸς ἐπ᾽ ἀλλοτρίῳ νόος αἰεί,
ῥηίδιοι δὲ γοναί, τέκνα δ᾽ οὐ ποτεοικότα πατρί.
45κάλλει ἀριστεύουσα θεάων πότν᾽ ᾿Αφροδίτα,
σοὶ τήνα μεμέλητο: σέθεν δ᾽ ἕνεκεν Βερενίκα
εὐειδὴς ᾿Αχέροντα πολύστονον οὐκ ἐπέρασεν,
ἀλλά μιν ἁρπάξασα, πάροιθ᾽ ἐπὶ νῆα κατελθεῖν
κυανέαν καὶ στυγνὸν ἀεὶ πορθμῆα καμόντων,
50ἐς ναὸν κατέθηκας, ἑᾶς δ᾽ ἀπεδάσσαο τιμᾶς.
πᾶσιν δ᾽ ἤπιος ἥδε βροτοῖς μαλακοὺς μὲν ἔρωτας
προσπνείει, κούφας δὲ διδοῖ ποθέοντι μερίμνας.--
᾿Αργεία κυάνοφρυ, σὺ λαοφόνον Διομήδεα
μισγομένα Τυδῆι τέκες, Καλυδώνιον ἄνδρα,
55ἀλλὰ Θέτις βαθύκολπος ἀκοντιστὰν ᾿Αχιλῆα
Αἰακίδᾳ Πηλῆι, σὲ δ᾽ αἰχμητὰ Πτολεμαῖε
αἰχμητᾷ Πτολεμαίῳ ἀρίζηλος Βερενίκα.
καί σε Κόως ἀτίταλλε βρέφος νεογιλλὸν ἐόντα,
δεξαμένα παρὰ ματρός, ὅτε πρώταν ἴδες ἀῶ.
60ἔνθα γὰρ Εἰλείθυιαν ἐβώσατο λυσίζωνον
᾿Αντιγόνας θυγάτηρ βεβαρημένα ὠδίνεσσιν:
δέ οἱ εὐμενέοισα παρίστατο, κὰδ δ᾽ ἄρα πάντων
νωδυνίαν κατέχευε μελῶν: δὲ πατρὶ ἐοικὼς
παῖς ἀγαπητὸς ἔγεντο. Κόως δ᾽ ὀλόλυξεν ἰδοῖσα,
65φᾶ δὲ καθαπτομένα βρέφεος χείρεσσι φίλῃσιν:
῎Ολβιε κοῦρε γένοιο, τίοις δέ με τόσσον, ὅσον περ
Δᾶλον ἐτίμησεν κυανάμπυκα Φοῖβος ᾿Απόλλων:
ἐν δὲ μιᾷ τιμᾷ Τρίοπον καταθεῖο κολώναν,
ἶσον Δωριέεεσσι νέμων γέρας ἐγγὺς ἐοῦσιν.’
70ἶσον καὶ ῾Ρήναιαν ἄναξ ἐφίλησεν ᾿Απόλλων.
῝Ως ἄρα νᾶσος ἔειπεν: δ᾽ ὑψόθεν ἔκλαγε φωνᾷ
ἐς τρὶς ἀπὸ νεφέων μέγας αἰετὸς αἴσιος ὄρνις.
Ζηνός που τόδε σᾶμα. Διὶ Κρονίωνι μέλοντι
αἰδοῖοι βασιλῆες: δ᾽ ἔξοχος, ὅν κε φιλήσῃ
75γεινόμενον τὰ πρῶτα: πολὺς δέ οἱ ὄλβος ὀπαδεῖ,
πολλᾶς δὲ κρατέει γαίας, πολλᾶς δὲ θαλάσσας.
μυρίαι ἄπειροί τε καὶ ἔθνεα μυρία φωτῶν
λήιον ἀλδήσκουσιν ὀφελλόμεναι Διὸς ὄμβρῳ:
ἀλλ᾽ οὔτις τόσα φύει, ὅσα χθαμαλὰ Αἴγυπτος,
80Νεῖλος ἀναβλύζων διερὰν ὅτε βώλακα θρύπτει.
οὐδέ τις ἄστεα τόσσα βροτῶν ἔχει ἔργα δαέντων.
τρεῖς μέν οἱ πολίων ἑκατοντάδες ἐνδέδμηνται,
τρεῖς δ᾽ ἄρα χιλιάδες τρισσαῖς ἐπὶ μυριάδεσσι,
δοιαὶ δὲ τριάδες, μετὰ δέ σφισιν ἐννεάδες τρεῖς:
85τῶν πάντων Πτολεμαῖος ἀλήνωρ ἐμβασιλεύει.
καὶ μὴν Φοινίκας ἀποτέμνεται ᾿Αρραβίας τε
καὶ Συρίας Λιβύας τε κελαινῶν τ᾽ Αἰθιοπήων.
Παμφύλοισί τε πᾶσι καὶ αἰχμηταῖς Κιλίκεσσι
σαμαίνει, Λυκίοις τε φιλοπτολέμοισί τε Καρσί,
90καὶ νάσοις Κυκλάδεσσιν, ἐπεί οἱ νᾶες ἄρισται
πόντον ἐπιπλώοντι, θάλασσα δὲ πᾶσα καὶ αἶα
καὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίῳ.
πολλοὶ δ᾽ ἱππῆες, πολλοὶ δέ μιν ἀσπιδιῶται.
χαλκῷ μαρμαίροντι σεσαγμένοι ἀμφαγέρονται.
95ὄλβῳ μὲν πάντάς κε καταβρίθοι βασιλῆας:
τόσσον ἐπ᾽ ἆμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκον
πάντοθε. λαοὶ δ᾽ ἔργα περιστέλλουσιν ἕκηλοι.
οὐ γάρ τις δηίων πολυκήτεα Νεῖλον ὑπερβὰς
πεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις,
100οὐδέ τις αἰγιαλόνδε θοᾶς ἐξάλατο ναὸς
θωρηχθεὶς ἐπὶ βουσὶν ἀνάρσιος Αἰγυπτίῃσι:
τοῖος ἀνὴρ πλατέεσσιν ἐνίδρυται πεδίοισι
ξανθοκόμας Πτολεμαῖος, ἐπιστάμενος δόρυ πάλλειν,
ἐπὶ πάγχυ μέλει πατρώια πάντα φυλάσσειν
105οἷ᾽ ἀγαθῷ βασιλῆι, τὰ δὲ κτεατίζεται αὐτός.
οὐ μὰν ἀχρεῖός γε δόμῳ ἐνὶ πίονι χρυσὸς
μυρμάκων ἅτε πλοῦτος ἀεὶ κέχυται μογεόντων:
ἀλλὰ πολὺν μὲν ἔχοντι θεῶν ἐρικυδέες οἶκοι,
αἰὲν ἀπαρχομένοιο σὺν ἄλλοισιν γεράεσσι,
110πολλὸν δ᾽ ἰφθίμοισι δεδώρηται βασιλεῦσι,
πολλὸν δὲ πτολίεσσι, πολὺν δ᾽ ἀγαθοῖσιν ἑταίροις.
οὐδὲ Διωνύσου τις ἀνὴρ ἱεροὺς κατ᾽ ἀγῶνας
ἵκετ᾽ ἐπιστάμενος λιγυρὰν ἀναμέλψαι ἀοιδάν,
οὐ δωτίναν ἀντάξιον ὤπασε τέχνας.
115Μουσάων δ᾽ ὑποφῆται ἀείδοντι Πτολεμαῖον
ἀντ᾽ εὐεργεσίας. τί δὲ κάλλιον ἀνδρί κεν εἴη
ὀλβίῳ κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἀρέσθαι;
τοῦτο καὶ ᾿Ατρείδαισι μένει: τὰ δὲ μυρία τῆνα,
ὅσσα μέγαν Πριάμοιο δόμον κτεάτισσαν ἑλόντες,
120ἀέρι πᾳ κέκρυπται, ὅθεν πάλιν οὐκέτι νόστος:
μοῦνος δὲ προτέρων τε καὶ ὧν ἔτι θερμὰ κονία
στειβομένα καθύπερθε ποδῶν ἐκμάσσεται ἴχνη,
ματρὶ φίλᾳ καὶ πατρὶ θυώδεας εἵσατο ναούς:
ἐν δ᾽ αὐτοὺς χρυσῷ περικαλλέας ἠδ᾽ ἐλέφαντι
125ἵδρυται πάντεσσιν ἐπιχθονίοισιν ἀρωγούς.
πολλὰ δὲ πιανθέντα βοῶν ὅγε μηρία καίει
μησὶ περιπλομένοισιν ἐρευθομένων ἐπὶ βωμῶν,
αὐτός τ᾽ ἰφθίμα τ᾽ ἄλοχος, τᾶς οὔτις ἀρείων
νυμφίον ἐν μεγάροισι γυνὰ περιβάλλετ᾽ ἀγοστῷ,
130ἐκ θυμοῦ στέργοισα κασίγνητόν τε πόσιν τε.
ὧδε καὶ ἀθανάτων ἱερὸς γάμος ἐξετελέσθη,
οὓς τέκετο κρείουσα ῾Ρέα βασιλῆας ᾿Ολύμπου:
ἓν δὲ λέχος στόρνυσιν ἰαύειν Ζηνὶ καὶ ῞Ηρῃ
χεῖρας φοιβήσασα μύροις ἔτι παρθένος ̂̓Ιρις.
χαῖρε ἄναξ Πτολεμαῖε: σέθεν δ᾽ ἐγὼ ἶσα καὶ ἄλλων
μνάσομαι ἡμιθέων, δοκέω δ᾽ ἔπος οὐκ ἀπόβλητον
φθέγξομαι ἐσσομένοις: ἀρετήν γε μὲν ἐκ Διὸς αἰτεῦ.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (9 total)
  • Commentary references to this page (8):
    • E. T. Merrill, Commentary on Catullus, 68b
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 693
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO DEMETER
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO HEPHAESTUS
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO APOLLO
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO APOLLO
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO HERMES
    • Walter Leaf, Commentary on the Iliad (1900), 11.425
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: