previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κυνίσκας Ἔρως Θυώνιχος.

Αἰσχίνης

χαίρειν πολλὰ τὸν ἄνδρα Θυώνιχον.

Θυώνιχος

ἀλλὰ τὺ ταὐτά,
Αἰσχίνα.

Αἰσχίνης

ὡς χρόνιος.

Θυώνιχος

χρόνιος; τί δέ τοι τὸ μέλημα;

Αἰσχίνης

πράσσομες οὐχ ὡς λῷστα Θυώνιχε.

Θυώνιχος

ταῦτ᾽ ἄρα λεπτός,
χὡ μύσταξ πολὺς οὗτος, ἀυσταλέοι δὲ κίκιννοι.
τοιοῦτος πρώαν τις ἀφίκετο Πυθαγορικτάς,
ὠχρὸς κἀνυπόδητος: ᾿Αθηναῖος δ᾽ ἔφατ᾽ ἦμεν.
ἤρατο μὰν καὶ τῆνος, ἐμὶν δοκεῖ, ὀπτῶ ἀλεύρω.

Αἰσχίνης

παίσδεις ὦγάθ᾽ ἔχων: ἐμὲ δ᾽ χαρίεσσα Κυνίσκα
ὑβρίσδει: λασῶ δὲ μανείς ποκα, θρὶξ ἀνὰ μέσσον.

Θυώνιχος

10τοιοῦτος μὲν ἀεὶ τὺ φίλ᾽ Αἰσχίνα, ἁσυχᾷ ὀξύς,
πάντ᾽ ἐθέλων κατὰ καιρόν: ὅμως δ᾽ εἶπον, τί τὸ καινόν.

Αἰσχίνης

ὡργεῖος κἠγὼ καὶ Θεσσαλὸς ἱπποδιώκτας
̂̓Απις καὶ Κλεύνικος ἐπίνομες στρατιώτας
ἐν χώρῳ παρ᾽ ἐμίν. δύο μὲν κατέκοψα νεοσσὼς
15θηλάζοντά τε χοῖρον, ἀνῷξα δὲ βίβλινον αὐτοῖς
εὐώδη, τετόρων ἐτέων, σχεδὸν ὡς ἀπὸ λανῶ.
βολβὸς κτεὶς κοχλίας ἐξῃρέθη. ἦς πότος ἁδύς.
ἤδη δὲ προϊόντος, ἔδοξ᾽ ἐπιχεῖσθαι ἄκρατον
ὧτινος ἤθελ᾽ ἕκαστος: ἔδει μόνον ὧτινος εἰπεῖν.
20ἄμμες μὲν φωνεῦντες ἐπίνομες, ὡς ἐδέδοκτο:
δ᾽ οὐδὲν παρεόντος ἐμεῦ. τίν᾽ ἔχειν με δοκεῖς νοῦν;
οὐ φθεγξῇ; λύκον εἶδες:’ ἔπαιξέ τις. ‘῾ς σοφόςεἶπε,
κἠφᾶπτ᾽: εὐμαρέως κεν ἀπ᾽ αὐτᾶς καὶ λύχνον ἇψας.
ἔστι Λύκος, Λύκος ἐστί, Λάβα τῶ γείτονος υἱός,
25εὐμάκης ἁπαλός, πολλοῖς δοκέων καλὸς ἦμεν.
τούτω τὸν κλύμενον κατετάκετο τῆνον ἔρωτα.
χἁμῖν τοῦτο δι᾽ ὠτὸς ἔγεντό ποθ᾽ ἁσυχᾷ οὑτῶς:
οὐ μὰν ἐξήταξα μάταν εἰς ἄνδρα γενειῶν.
ἤδη δ᾽ ὦν πόσιος τοὶ τέσσαρες ἐν βάθει ἦμες,
30χὡ Λαρισαῖοςτὸν ἐμὸν Λύκονᾆδεν ἀπ᾽ ἀρχᾶς,
Θεσσαλικόν τι μέλισμα, κακαὶ φρένες: δὲ Κυνίσκα
ἔκλαι᾽ ἐξαπίνας θαλερώτερον παρὰ ματρὶ
παρθένος ἑξαέτης κόλπω ἐπιθυμήσασα.
τᾶμος ἐγώ, τὸν ἴσαις τὺ Θυώνιχε, πὺξ ἐπὶ κόρρας
35ἤλασα, κἄλλαν αὖθις. ἀνειρύσσασα δὲ πέπλως
ἔξω ἀπῴχετο θᾶσσον. ‘ἐμὸν κακόν, οὔ τοι ἀρέσκω;
ἄλλός τοι γλυκίων ὑποκόλπιος; ἄλλον ἰοῖσα
θάλπε φίλον. τήνῳ τὰ σὰ δάκρυα μᾶλα ῥέοντι.’
μάστακα δοῖσα τέκνοισιν ὑπωροφίοισι χελιδὼν
40ἄψορρον ταχινὰ πέτεται βίον ἄλλον ἀγείρειν:
ὠκυτέρα μαλακᾶς ἀπὸ δίφρακος ἔδραμε τήνα
ἰθὺ δι᾽ ἀμφιθύρω καὶ δικλίδος, πόδες ἆγον.
αἶνός θην λέγεταί τις: ἔβα τάχα ταῦρος ἀν᾽ ὕλαν.
εἴκατι: ταὶ δ᾽ ὀκτώ, ταὶ δ᾽ ἐννέα, ταὶ δὲ δέκ᾽ ἄλλαι,
45σάμερον ἑνδεκάτα, ποτίθει δύο, καὶ δύο μῆνες,
ἐξ ἀπ᾽ ἀλλάλων. οὐδ᾽ εἰ Θρᾳκιστὶ κέκαρμαι,
οἶδε. Λύκος νῦν πάντα, Λύκῳ καὶ νυκτὸς ἀνῷκται.
ἄμμες δ᾽ οὔτε λόγω τινὸς ἄξιοι οὔτ᾽ ἀριθμητοί,
δύστηνοι Μεγαρῆες ἀτιμοτάτῃ ἐνὶ μοίρῃ.
50κεἰ μὲν ἀποστέρξαιμι, τὰ πάντά κεν εἰς δέον ἕρποι.
νῦν δὲ πόθεν; μῦς, φαντὶ Θυώνιχε, γεύμεθα πίσσας.
χὥτι τὸ φάρμακόν ἐστιν ἀμηχανέοντος ἔρωτος,
οὐκ οἶδα. πλὰν Σῖμος τᾶς ᾿Επιχάλκω ἐρασθεὶς
ἐκπλεύσας ὑγιὴς ἐπανῆλθ᾽, ἐμὸς ἁλικιώτας.
55πλευσοῦμαι κἠγὼ διαπόντιος, οὔτε κάκιστος
οὔτε πρᾶτος ἴσως, ὁμαλὸς δέ τις στρατιώτας.

Θυώνιχος

ὤφελε μὰν χωρεῖν κατὰ νοῦν τεόν, ὧν ἐπεθύμεις
Αἰσχίνα. εἰ δ᾽ οὑτῶς ἄρα τοι δοκεῖ ὥστ᾽ ἀποδαμεῖν,
μισθοδότας Πτολεμαῖος ἐλευθέρῳ οἷος ἄριστος,

Αἰσχίνης

60τἄλλα δ᾽ ἀνὴρ ποῖός τις ἐλευθέρῳ οἷος ἄριστος;

Θυώνιχος

εὐγνώμων, φιλόμουσος, ἐρωτικός, εἰς ἄκρον ἁδύς,
εἰδὼς τὸν φιλέοντα, τὸν οὐ φιλέοντ᾽ ἔτι μᾶλλον,
πολλοῖς πολλὰ διδούς, αἰτεύμενος οὐκ ἀνανεύων
οἷα χρὴ βασιλῆ᾽: αἰτεῖν δὲ δεῖ οὐκ ἐπὶ παντὶ
65Αἰσχίνα. ὥστ᾽ εἴ τοι κατὰ δεξιὸν ὦμον ἀρέσκει
λῶπος ἄκρον περονᾶσθαι, ἐπ᾽ ἀμφοτέροις δὲ βεβακὼς
τολμασεῖς ἐπιόντα μένειν θρασὺν ἀσπιδιώταν,
τάχος εἰς Αἴγυπτον. ἀπὸ κροτάφων πελόμεσθα
πάντες γηραλέοι, καὶ ἐπισχερὼ ἐς γένυν ἕρπει
70λευκαίνων χρόνος: ποιεῖν τι δεῖ, ἇς γόνυ χλωρόν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: