previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κεφ. θ᾽. ΔΙΟΓΕΝΗΣ ΑΠΟΛΛΩΝΙΑΤΗΣ

1 [57] Διογένης Ἀπολλοθέμιδος Ἀπολλωνιάτης, ἀνὴρ φυσικὸς καὶ ἄγαν ἐλλόγιμος. ἤκουσε δέ, φησὶν

Ἀντισθένης, Ἀναξιμένους. ἦν δὲ τοῖς χρόνοις κατ᾽ Ἀναξαγόραν. τοῦτόν φησιν Φαληρεὺς Δημήτριος ἐν τῇ Σωκράτους ἀπολογίᾳ διὰ μέγαν φθόνον μικροῦ κινδυνεῦσαι Ἀθήνησιν.

Ἐδόκει δὲ αὐτῷ τάδε: στοιχεῖον εἶναι τὸν ἀέρα, κόσμους ἀπείρους καὶ κενὸν ἄπειρον: τόν τε ἀέρα πυκνούμενον καὶ ἀραιούμενον γεννητικὸν εἶναι τῶν κόσμων: οὐδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι οὐδ᾽ εἰς τὸ μὴ ὂν φθείρεσθαι: τὴν γῆν στρογγύλην, ἠρεισμένην ἐν τῷ μέσῳ, τὴν σύστασιν εἰληφυῖαν κατὰ τὴν ἐκ τοῦ θερμοῦ περιφορὰν καὶ πῆξιν ὑπὸ τοῦ ψυχροῦ.

Ἀρχὴ δὲ αὐτῷ τοῦ συγγράμματος ἥδε: "λόγου παντὸς ἀρχόμενον δοκεῖ μοι χρεὼν εἶναι τὴν ἀρχὴν ἀναμφισβήτητον παρέχεσθαι, τὴν δ᾽ ἑρμηνείαν ἁπλῆν καὶ σεμνήν."

1 57

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (R.D. Hicks, 1972)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: