previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κεφ. η᾽. ΕΥΔΟΞΟΣ

1 [86] Εὔδοξος Αἰσχίνου Κνίδιος, ἀστρολόγος, γεωμέτρης, ἰατρός, νομοθέτης. οὗτος τὰ μὲν γεωμετρικὰ Ἀρχύτα διήκουσε, τὰ δ᾽ ἰατρικὰ Φιλιστίωνος τοῦ Σικελιώτου, καθὰ Καλλίμαχος ἐν τοῖς Πίναξί φησι. Σωτίων δ᾽ ἐν ταῖς Διαδοχαῖς λέγει καὶ Πλάτωνος αὐτὸν ἀκοῦσαι. γενόμενον γὰρ ἐτῶν τριῶν που καὶ εἴκοσι καὶ στενῶς διακείμενον κατὰ κλέος τῶν Σωκρατικῶν εἰς Ἀθήνας ἀπᾶραι σὺν Θεομέδοντι τῷ ἰατρῷ, τρεφόμενον ὑπ᾽ αὐτοῦ: οἱ δέ, καὶ παιδικὰ ὄντα: καταχθέντα δ᾽ εἰς τὸν Πειραιᾶ ὁσημέραι ἀνιέναι Ἀθήναζε καὶ ἀκούσαντα τῶν σοφιστῶν αὐτόθι ὑποστρέφειν. 2 [87] δύο δὴ μῆνας διατρίψαντα οἴκαδ᾽ ἐπανελθεῖν καὶ πρὸς τῶν φίλων ἐρανισθέντα εἰς Αἴγυπτον ἀπᾶραι μετὰ Χρυσίππου τοῦ ἰατροῦ, συστατικὰς φέροντα

παρ᾽ Ἀγησιλάου πρὸς Νεκτάναβιν: τὸν δὲ τοῖς ἱερεῦσιν αὐτὸν συστῆσαι. καὶ τέτταρας μῆνας πρὸς ἐνιαυτῷ διατρίψαντ᾽ αὐτόθι ξυρόμενόν θ᾽ ὑπήνην καὶ ὀφρὺν τὴν Ὀκταετηρίδα κατά τινας συγγράψαι. ἐντεῦθέν τε γενέσθαι ἐν Κυζίκῳ καὶ τῇ Προποντίδι σοφιστεύοντα: ἀλλὰ καὶ παρὰ Μαυσωλὸν ἀφικέσθαι. ἔπειθ᾽ οὕτως ἐπανελθεῖν Ἀθήναζε, πάνυ πολλοὺς περὶ ἑαυτὸν ἔχοντα μαθητάς, ὥς φασί τινες, ὑπὲρ τοῦ Πλάτωνα λυπῆσαι, ὅτι τὴν ἀρχὴν αὐτὸν παρεπέμψατο. 3 [88] τινὲς δέ φασι καὶ συμπόσιον ἔχοντι τῷ Πλάτωνι αὐτὸν τὴν ἡμικύκλιον κατάκλισιν, πολλῶν ὄντων, εἰσηγήσασθαι. φησὶ δ᾽ αὐτὸν Νικόμαχος Ἀριστοτέλους τὴν ἡδονὴν λέγειν τὸ ἀγαθόν. ἀπεδέχθη δὴ ἐν τῇ πατρίδι μεγαλοτίμως, ὡς τό γε περὶ αὐτοῦ ψήφισμα γενόμενον δηλοῖ. ἀλλὰ καὶ παρὰ τοῖς Ἕλλησιν ἐπιφανέστατος ἐγένετο, γράψας τοῖς ἰδίοις πολίταις νόμους, ὥς φησιν Ἕρμιππος ἐν τετάρτῃ Περὶ τῶν ἑπτὰ σοφῶν, καὶ ἀστρολογούμενα καὶ γεωμετρούμενα καὶ ἕτερ᾽ ἄττα ἀξιόλογα.

Ἔσχε δὲ καὶ θυγατέρας τρεῖς, Ἀκτίδα, Φιλτίδα, Δελφίδα. 4 [89] φησὶ δ᾽ αὐτὸν Ἐρατοσθένης ἐν τοῖς Πρὸς Βάτωνα καὶ Κυνῶν διαλόγους συνθεῖναι: οἱ δέ, γεγραφέναι μὲν Αἰγυπτίους τῇ αὑτῶν φωνῇ, τοῦτον δὲ μεθερμηνεύσαντα ἐκδοῦναι τοῖς Ἕλλησι. τούτου διήκουσε Χρύσιππος Ἐρίνεω Κνίδιος τά τε περὶ θεῶν καὶ κόσμου καὶ τῶν μετεωρο-

λογουμένων, τὰ δ᾽ ἰατρικὰ παρὰ Φιλιστίωνος τοῦ Σικελιώτου.

Κατέλιπε δὲ καὶ ὑπομνήματα κάλλιστα. τούτου γέγονε παῖς Ἀρισταγόρας, οὗ Χρύσιππος Ἀεθλίου μαθητής, οὗ τὰ θεραπεύματα φέρεται ὁρατικά, τῶν φυσικῶν θεωρημάτων [τῶν] ὑπὸ τὴν διάνοιαν αὐτοῦ πεσόντων.

5 [90] Γεγόνασι δ᾽ Εὔδοξοι τρεῖς: αὐτὸς οὗτος, ἕτερος Ῥόδιος ἱστορίας γεγραφώς, τρίτος Σικελιώτης παῖς Ἀγαθοκλέους, ποιητὴς κωμωδίας, νικας ἑλὼν ἀστικὰς μὲν τρεῖς, Ληναϊκὰς δὲ πέντε, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς. εὑρίσκομεν δὲ καὶ ἄλλον ἰατρὸν Κνίδιον, περὶ οὗ φησιν Εὔδοξος ἐν Γῆς περιόδῳ ὡς εἴη παραγγέλλων ἀεὶ συνεχὲς κινεῖν τὰ ἄρθρα πάσῃ γυμνασίᾳ, ἀλλὰ καὶ τὰς αἰσθήσεις ὁμοίως.

δ᾽ αὐτός φησι τὸν Κνίδιον Εὔδοξον ἀκμάσαι κατὰ τὴν τρίτην καὶ ἑκατοστὴν Ὀλυμπιάδα, εὑρεῖν τε τὰ περὶ τὰς καμπύλας γραμμάς. ἐτελεύτησε δὲ τρίτον ἄγων καὶ πεντηκοστὸν ἔτος. ὅτε δὲ συνεγένετο ἐν Αἰγύπτῳ Χονούφιδι τῷ Ἡλιουπολίτῃ, Ἆπις αὐτοῦ θοἰμάτιον περιελιχμήσατο. ἔνδοξον οὖν αὐτὸν ἀλλ᾽ ὀλιγοχρόνιον ἔφασαν οἱ ἱερεῖς ἔσεσθαι, καθά φησι Φαβωρῖνος ἐν Ἀπομνημονεύμασιν.

6 [91] Ἔστι δὲ καὶ ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον:

ἐν Μέμφει λόγος ἐστὶν προμαθεῖν τὴν ἰδίην Εὔδοξόν ποτε μοῖραν παρὰ τοῦ καλλικέρω ταύρου. κοὐδὲν ἔλεξεν: βοῒ γὰρ πόθεν λόγος;

φύσις οὐκ ἔδωκε μόσχῳ λάλον Ἄπιδι στόμα. παρὰ δ᾽ αὐτὸν λέχριος στὰς ἐλιχμήσατο στολήν, προφανῶς τοῦτο διδάσκων, Ἀποδύσῃ βιοτὴν ὅσον οὔπω. διὸ καί οἱ ταχέως ἦλθε μόρος, δεκάκις πέντ᾽ ἐπὶ τρισσαῖς ἐσιδόντι Πλειάδας.

Τοῦτον ἀντὶ Εὐδόξου Ἔνδοξον ἐκάλουν διὰ τὴν λαμπρότητα τῆς φήμης.

Ἐπειδὴ δὲ περὶ τῶν ἐλλογίμων Πυθαγορικῶν διεληλύθαμεν, νῦν ἤδη περὶ τῶν σποράδην, ὥς φασι, διαλεχθῶμεν: λεκτέον δὲ πρῶτον περὶ Ἡρακλείτου.

1 86

2 87

3 88

4 89

5 90

6 91

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (R.D. Hicks, 1972)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: