previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κεφ. ζ᾽. ΧΡΓΣΙΠΠΟΣ

1 [179] Χρύσιππος Ἀπολλωνίου Σολεὺς Ταρσεύς, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, μαθητὴς Κλεάνθους. οὗτος πρότερον μὲν δόλιχον ἤσκει, ἔπειτ᾽ ἀκούσας

Ζήνωνος Κλεάνθους, ὡς Διοκλῆς καὶ οἱ πλείους, ἔτι τε ζῶντος ἀπέστη αὐτοῦ καὶ οὐχ τυχὼν ἐγένετο κατὰ φιλοσοφίαν: ἀνὴρ εὐφυὴς καὶ ὀξύτατος ἐν παντὶ μέρει οὕτως ὥστε καὶ ἐν τοῖς πλείστοις διηνέχθη πρὸς Ζήνωνα, ἀλλὰ καὶ πρὸς Κλεάνθην, καὶ πολλάκις ἔλεγε μόνης τῆς τῶν δογμάτων διδασκαλίας χρῄζειν, τὰς δὲ ἀποδείξεις αὐτὸς εὑρήσειν. μετενόει μέντοι ὁπότε πρὸς αὐτὸν ἀποτείνοιτο, ὥστε συνεχὲς προφέρεσθαι ταῦτα:

ἐγὼ δὲ τἄλλα μακάριος πέφυκ᾽ ἀνὴρ πλὴν εἰς Κλεάνθην: τοῦτο δ᾽ οὐκ εὐδαιμονῶ.

2 [180] Οὕτω δ᾽ ἐπίδοξος ἐν τοῖς διαλεκτικοῖς ἐγένετο, ὥστε δοκεῖν τοὺς πλείους ὅτι εἰ παρὰ θεοῖς ἦν [ἡ] διαλεκτική, οὐκ ἂν ἄλλη ἦν Χρυσίππειος. πλεονάσας δὲ τοῖς πράγμασι τὴν λέξιν οὐ κατώρθωσε. πονικώτατός τε παρ᾽ ὁντινοῦν γέγονεν, ὡς δῆλον ἐκ τῶν συγγραμμάτων αὐτοῦ: τὸν ἀριθμὸν γὰρ ὑπὲρ πέντε καὶ ἑπτακόσιά ἐστιν. ἐπλήθυνε δ᾽ αὐτὰ πολλάκις ὑπὲρ τοῦ αὐτοῦ δόγματος ἐπιχειρῶν καὶ πᾶν τὸ ὑποπεσὸν γράφων καὶ διορθούμενος πλεονάκις πλείστῃ τε τῶν μαρτυριῶν παραθέσει χρώμενος: ὥστε καὶ ἐπειδή ποτ᾽ ἔν τινι τῶν συγγραμμάτων παρ᾽ ὀλίγον τὴν Εὐριπίδου Μήδειαν ὅλην παρετίθετο καί τις μετὰ χεῖρας εἶχε τὸ βιβλίον, πρὸς τὸν πυθόμενον τί ἄρα ἔχοι, ἔφη, "Χρυσίππου Μήδειαν."

3 [181] Καὶ Ἀπολλόδωρος δ᾽ Ἀθηναῖος ἐν τῇ Συναγωγῇ τῶν δογμάτων, βουλόμενος παριστάνειν ὅτι τὰ Ἐπικούρου οἰκείᾳ δυνάμει γεγραμμένα καὶ ἀπαράθετα ὄντα μυρίῳ πλείω ἐστὶ τῶν Χρυσίππου

βιβλίων, φησὶν οὕτως αὐτῇ τῇ λέξει: "εἰ γάρ τις ἀφέλοι τῶν Χρυσίππου βιβλίων ὅσ᾽ ἀλλότρια παρατέθειται, κενὸς αὐτῷ χάρτης καταλελείψεται." καὶ ταῦτα μὲν Ἀπολλόδωρος. δὲ παρεδρεύουσα πρεσβῦτις αὐτῷ, ὥς φησι Διοκλῆς, ἔλεγεν ὡς πεντακοσίους γράφοι στίχους ἡμερησίους. Ἑκάτων δέ φησιν ἐλθεῖν αὐτὸν ἐπὶ φιλοσοφίαν, τῆς οὐσίας αὐτοῦ τῆς πατρῴας εἰς τὸ βασιλικὸν ἀναληφθείσης.

4 [182] Ἦν δὲ καὶ τὸ σωμάτιον εὐτελής, ὡς δῆλον ἐκ τοῦ ἀνδριάντος τοῦ ἐν Κεραμεικῷ, ὃς σχεδόν τι ὑποκέκρυπται τῷ πλησίον ἱππεῖ: ὅθεν αὐτὸν Καρνεάδης Κρύψιππον ἔλεγεν. οὗτος ὀνειδισθεὶς ὑπό τινος ὅτι οὐχὶ παρ᾽ Ἀρίστωνι μετὰ πολλῶν σχολάζοι, "εἰ τοῖς πολλοῖς," εἶπε "προσεῖχον, οὐκ ἂν ἐφιλοσόφησα." πρὸς δὲ τὸν κατεξανιστάμενον Κλεάνθους διαλεκτικὸν καὶ προτείνοντα αὐτῷ σοφίσματα, "πέπαυσο," εἶπε, "περιέλκων τὸν πρεσβύτην ἀπὸ τῶν πραγματικωτέρων, ἡμῖν δὲ τὰ τοιαῦτα πρότεινε τοῖς νέοις." πάλιν δ᾽ ἐπεί τις ζητῶν καταμόνας αὐτῷ διελέγετο εὐσταθῶς, ἔπειτα δὲ θεωρῶν προσιόντα ὄχλον ἤρχετο φιλονεικεῖν, ἔφη,

οἴμοι, κασίγνητ᾽, ὄμμα σὸν ταράσσεται: ταχὺς δὲ μετέθου λύσσαν ἀρτίως φρονῶν.

5 [183] Ἐν μέντοι ταῖς οἰνώσεσιν ἡσύχαζε παραφε: ρόμενος τοῖς σκέλεσιν, ὥστ᾽ εἰπεῖν τὴν δούλην, "Χρυσίππου μόνα τὰ σκέλη μεθύει." οὕτω δ᾽ ἦν φρονηματίας ὥστ᾽ ἐρομένου τινὸς "τίνι συστήσω τὸν υἱόν;" εἰπεῖν, "ἐμοί: καὶ γὰρ εἰ ὑπελάμβανον

εἶναί τιν᾽ ἐμοῦ βελτίονα, παρ᾽ αὐτῷ ἂν ἐγὼ ἐφιλοσόφουν." ὅθεν φασὶν ἐπ᾽ αὐτοῦ λεχθῆναι,

οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσι:

καί,

εἰ μὴ γὰρ ἦν Χρύσιππος, οὐκ ἂν ἦν στοά.

Τέλος δ᾽ Ἀρκεσιλάῳ καὶ Λακύδῃ, καθά φησι Σωτίων ἐν τῷ ὀγδόῳ, παραγενόμενος ἐν Ἀκαδημείᾳ συνεφιλοσόφησε: 6 [184] δι᾽ ἣν αἰτίαν καὶ κατὰ τῆς συνηθείας καὶ ὑπὲρ αὐτῆς ἐπεχείρησε, καὶ περὶ μεγεθῶν καὶ πληθῶν τῇ τῶν Ἀκαδημαϊκῶν συστάσει χρησάμενος.

Τοῦτον ἐν τῷ ᾨδείῳ σχολάζοντά φησιν Ἕρμιππος ἐπὶ θυσίαν ὑπὸ τῶν μαθητῶν κληθῆναι: ἔνθα προσενεγκάμενον γλυκὺν ἄκρατον καὶ ἰλιγγιάσαντα πεμπταῖον ἀπελθεῖν ἐξ ἀνθρώπων, τρία καὶ ἑβδομήκοντα βιώσαντ᾽ ἔτη, κατὰ τὴν τρίτην καὶ τετταρακοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς. καὶ ἔστιν ἡμῶν παίγνιον εἰς αὐτόν:

ἰλιγγίασε Βάκχον ἐκπιὼν χανδὸν Χρύσιππος, οὐδ᾽ ἐφείσατο

οὐ τῆς στοᾶς οὐδ᾽ ἧς πάτρης, οὐ τῆς ψυχῆς, ἀλλ᾽ ἦλθε δῶμ᾽ ἐς Ἀΐδεω.

7 [185] Ἔνιοι δέ φασι γέλωτι συσχεθέντα αὐτὸν τελευτῆσαι: ὄνου γὰρ τὰ σῦκα αὐτῷ φαγόντος, εἰπόντα τῇ γραῒ διδόναι ἄκρατον ἐπιρροφῆσαι τῷ ὄνῳ, ὑπερκαγχάσαντα τελευτῆσαι.

Δοκεῖ δ᾽ ὑπερόπτης τις γεγονέναι. τοσαῦτα γοῦν συγγράψας οὐδενὶ τῶν βασιλέων προσπεφώνηκεν. ἠρκεῖτό τε γραϊδίῳ μόνῳ, καθὰ καὶ Δημήτριος ἐν Ὁμωνύμοις φησί. Πτολεμαίου τε πρὸς Κλεάνθην ἐπιστείλαντος αὐτὸν ἐλθεῖν πέμψαι τινά, Σφαῖρος μὲν ἀπῆλθε, Χρύσιππος δὲ περιεῖδε. μεταπεμψάμενος δὲ τοὺς τῆς ἀδελφῆς υἱεῖς, Ἀριστοκρέοντα καὶ Φιλοκράτην, συνεκρότησε. καὶ πρῶτος ἐθάρρησε σχολὴν ἔχειν ὕπαιθρον ἐν Λυκείῳ, καθάπερ καὶ προειρημένος Δημήτριος ἱστορεῖ.

8 [186] Γέγονε δὲ καὶ ἄλλος Χρύσιππος Κνίδιος ἰατρός, παρ᾽ οὗ φησιν Ἐρασίστρατος εἰς τὰ μάλιστα ὠφελῆσθαι. καὶ ἕτερος υἱὸς9 τούτου, ἰατρὸς Πτολεμαίου, ὃς διαβληθεὶς περιήχθη καὶ μαστιγούμενος ἐκολάσθη: ἄλλος μαθητὴς Ἐρασιστράτου, καί τις Γεωργικὰ γεγραφώς.

δὴ φιλόσοφος καὶ τοιούτους τινὰς ἠρώτα λόγους: " λέγων τοῖς ἀμυήτοις τὰ μυστήρια ἀσεβεῖ: δέ γ᾽ ἱεροφάντης τοῖς ἀμυήτοις λέγει <τὰ μυστήρια>: ἀσεβεῖ ἄρα ἱεροφάντης." ἄλλο: " οὐκ ἔστιν ἐν τῇ πόλει, τοῦτ᾽ οὐδ᾽ ἐν τῇ οἰκίᾳ: οὐκ ἔστι δὲ φρέαρ ἐν τῇ πόλει, οὐδ᾽ ἄρ᾽ ἐν τῇ οἰκίᾳ." ἄλλο: "ἔστι τις κεφαλή: ἐκείνην δ᾽ οὐκ ἔχεις: ἔστι δέ γέ τις κεφαλὴ <ἣν οὐκ ἔχεις>: οὐκ ἄρα ἔχεις κεφαλήν." 10 [187] ἄλλο: "εἴ τίς ἐστιν ἐν Μεγάροις, οὐκ ἔστιν ἐν Ἀθήναις: ἄνθρωπος δ᾽ ἐστὶν ἐν

Μεγάροις: οὐκ ἄρ᾽ ἐστὶν ἄνθρωπος ἐν Ἀθήναις." καὶ πάλιν: "εἴ τι λαλεῖς, τοῦτο διὰ τοῦ στόματός σου διέρχεται: ἅμαξαν δὲ λαλεῖς: ἅμαξα ἄρα διὰ τοῦ στόματός σου διέρχεται." καί: "εἴ τι οὐκ ἀπέβαλες, τοῦτ᾽ ἔχεις: κέρατα δ᾽ οὐκ ἀπέβαλες: κέρατ᾽ ἄρ᾽ ἔχεις." οἱ δ᾽ Εὐβουλίδου τοῦτό φασιν.

Εἰσὶ δὲ οἳ κατατρέχουσι τοῦ Χρυσίππου ὡς πολλὰ αἰσχρῶς καὶ ἀρρήτως ἀναγεγραφότος. ἐν μὲν γὰρ τῷ Περὶ τῶν ἀρχαίων φυσιολόγων συγγράμματι αἰσχρῶς τὰ περὶ τὴν Ἥραν καὶ τὸν Δία ἀναπλάττει, λέγων κατὰ τοὺς ἑξακοσίους στίχους μηδεὶς ἠτυχηκὼς μολύνειν τὸ στόμα εἴποι ἄν. 11 [188] αἰσχροτάτην γάρ, φασί, ταύτην ἀναπλάττει ἱστορίαν, εἰ καὶ ἐπαινεῖ ὡς φυσικήν, χαμαιτύπαις μᾶλλον πρέπουσαν θεοῖς, ἔτι τ᾽ οὐδὲ παρὰ τοῖς περὶ πινάκων γράψασι κατακεχωρισμένην: μήτε γὰρ παρὰ Πολέμωνι μήτε παρ᾽ Ὑψικράτει, ἀλλὰ μηδὲ παρ᾽ Ἀντιγόνῳ εἶναι, ὑπ᾽ αὐτοῦ δὲ πεπλάσθαι. ἐν δὲ τῷ Περὶ πολιτείας καὶ μητράσι λέγει συνέρχεσθαι καὶ θυγατράσι καὶ υἱοῖς: τὰ δ᾽ αὐτά φησι καὶ ἐν τῷ Περὶ τῶν μὴ δι᾽ ἑαυτὰ αἱρετῶν εὐθὺς ἐν ἀρχῇ. ἐν δὲ τῷ τρίτῳ Περὶ δικαίου κατὰ τοὺς χιλίους στίχους καὶ τοὺς ἀποθανόντας κατεσθίειν κελεύων. ἐν δὲ τῷ δευτέρῳ Περὶ βίου καὶ πορισμοῦ προνοεῖν λέγων ὅπως ποριστέον τῷ σοφῷ: 12 [189] "καίτοι τίνος χάριν ποριστέον αὐτῷ; εἰ μὲν γὰρ τοῦ ζῆν ἕνεκεν, ἀδιάφορον τὸ ζῆν: εἰ δὲ ἡδονῆς, καὶ αὕτη ἀδιάφορος: εἰ δὲ τῆς ἀρετῆς,

αὐτάρκης αὕτη πρὸς εὐδαιμονίαν. καταγέλαστοι δὲ καὶ οἱ τρόποι τοῦ πορισμοῦ, οἷον οἱ ἀπὸ βασιλέως: εἴκειν γὰρ αὐτῷ δεήσει. καὶ οἱ ἀπὸ φιλίας: λήμματος γὰρ ὤνιος φιλία ἔσται. καὶ οἱ ἀπὸ σοφίας: μισθαρνήσει γὰρ σοφία." καὶ ταῦτα μὲν ἐγκαλεῖται.

Ἐπεὶ δ᾽ ἐνδοξότατα τὰ βιβλί᾽ ἐστὶν αὐτῷ, ἔδοξέ μοι καὶ τὴν πρὸς εἶδος ἀναγραφὴν αὐτῶν ἐνταῦθα καταχωρίσαι. καὶ ἔστι τάδε:

Λογικοῦ τόπου.

Θέσεις λογικαί.

Τῶν τοῦ φιλοσόφου σκεμμάτων.

Ὅρων διαλεκτικῶν πρὸς Μητρόδωρον σ᾽.

Περὶ τῶν κατὰ τὴν διαλεκτικὴν ὀνομάτων πρὸς Ζήνωνα α᾽.

13 [190] Τέχνη διαλεκτικὴ πρὸς Ἀρισταγόραν α᾽.

Συνημμένων πιθανῶν πρὸς Διοσκουρίδην δ᾽.

Λογικοῦ τόπου τοῦ περὶ τὰ πράγματα.

Σύνταξις πρώτη:

Περὶ ἀξιωμάτων α᾽.

Περὶ τῶν οὐχ ἁπλῶν ἀξιωμάτων α᾽.

Περὶ τοῦ συμπεπλεγμένου πρὸς Ἀθηνάδην α᾽ β᾽.

Περὶ ἀποφατικῶν πρὸς Ἀρισταγόραν γ᾽.

Περὶ τῶν καταγορευτικῶν πρὸς Ἀθηνόδωρον α᾽.

Περὶ τῶν κατὰ στέρησιν λεγομένων πρὸς Θέαρον α᾽.

Περὶ τῶν ἀορίστων ἀξιωμάτων πρὸς Δίωνα α᾽ β᾽ γ᾽.

Περὶ τῆς διαφορᾶς τῶν ἀορίστων α᾽ β᾽ γ᾽ δ᾽.

Περὶ τῶν κατὰ χρόνους λεγομένων α᾽ β᾽.

Περὶ συντελικῶν ἀξιωμάτων β᾽.

Σύνταξις δευτέρα:

Περὶ ἀληθοῦς διεζευγμένου πρὸς Γοργιππίδην α᾽.

Περὶ ἀληθοῦς συνημμένου πρὸς Γοργιππίδην α᾽ β᾽ γ᾽ δ᾽.

14 [191] Αἵρεσις πρὸς Γοργιππίδην α᾽.

Πρὸς τὸ περὶ ἀκολούθων α᾽.

Περὶ τοῦ διὰ τριῶν πάλιν πρὸς Γοργιππίδην α᾽.

Περὶ δυνατῶν πρὸς Κλεῖτον δ᾽.

Πρὸς τὸ περὶ σημασιῶν Φίλωνος α᾽.

Περὶ τοῦ τίνα ἐστὶ τὰ ψευδῆ α᾽.

Σύνταξις τρίτη:

Περὶ προσταγμάτων β᾽.

Περὶ ἐρωτήσεως β᾽.

Περὶ πεύσεως δ᾽.

Ἐπιτομὴ περὶ ἐρωτήσεως καὶ πεύσεως α᾽.

Ἐπιτομὴ περὶ ἀποκρίσεως α᾽.

Περὶ ζητήσεως β᾽.

Περὶ ἀποκρίσεως δ᾽.

15 [192] Σύνταξις τετάρτη:

Περὶ τῶν κατηγορημάτων πρὸς Μητρόδωρον ι᾽.

Περὶ ὀρθῶν καὶ ὑπτίων πρὸς Φύλαρχον α᾽.

Περὶ τῶν συναμμάτων πρὸς Ἀπολλωνίδην α᾽.

Πρὸς Πασύλον περὶ κατηγορημάτων δ᾽.

Σύνταξις πέμπτη:

Περὶ τῶν πέντε πτώσεων α᾽.

Περὶ τῶν κατὰ τὸ ὑποκείμενον ὡρισμένων ἐκφορῶν α᾽.

Περὶ παρεμφάσεως πρὸς Στησαγόραν β᾽.

Περὶ τῶν προσηγορικῶν β᾽.

Λογικοῦ τόπου περὶ τὰς λέξεις καὶ τὸν κατ᾽ αὐτὰς λόγον.

Σύνταξις πρώτη:

Περὶ τῶν ἑνικῶν καὶ πληθυντικῶν ἐκφορῶν σ᾽.

Περὶ λέξεων πρὸς Σωσιγένην καὶ Ἀλέξανδρον ε᾽.

Περὶ τῆς κατὰ τὰς λέξεις ἀνωμαλίας πρὸς Δίωνα δ᾽.

Περὶ τῶν πρὸς τὰς φωνὰς σωριτῶν λόγων γ᾽.

Περὶ σολοικισμῶν.

Περὶ σολοικιζόντων λόγων πρὸς Διονύσιον α᾽.

Λόγοι παρὰ τὰς συνηθείας α᾽.

Λέξις πρὸς Διονύσιον α᾽.

Σύνταξις δευτέρα:

Περὶ τῶν στοιχείων τοῦ λόγου καὶ τῶν λεγομένων ε᾽.

Περὶ τῆς συντάξεως τῶν λεγομένων δ᾽.

16 [193] Περὶ τῆς συντάξεως καὶ στοιχείων τῶν λεγομενων πρὸς Φίλιππον γ᾽.

Περὶ τῶν στοιχείων τοῦ λόγου πρὸς Νικίαν α᾽.

Περὶ τοῦ πρὸς ἕτερα λεγομένου α᾽.

Σύνταξις τρίτη:

Πρὸς τοὺς μὴ διαιρουμένους β᾽.

Περὶ ἀμφιβολιῶν πρὸς Ἀπολλᾶν δ᾽.

Περὶ τῶν τροπικῶν ἀμφιβολιῶν α᾽.

Περὶ συνημμένης τροπικῆς ἀμφιβολίας β᾽.

Πρὸς τὸ περὶ ἀμφιβολιῶν Πανθοίδου β᾽.

Περὶ τῆς εἰς τὰς ἀμφιβολίας εἰσαγωγῆς ε᾽.

Ἐπιτομὴ τῶν πρὸς Ἐπικράτην ἀμφιβολιῶν α᾽.

Συνημμένα πρὸς τὴν εἰσαγωγὴν τῶν εἰς τὰς ἀμφιβολίας β᾽.

Λογικοῦ τόπου πρὸς τοὺς λόγους καὶ τοὺς τρόπους.

Σύνταξις πρώτη:

Τέχνη λόγων καὶ τρόπων πρὸς Διοσκουρίδην ε᾽.

17 [194] Περὶ τῶν λόγων γ᾽.

Περὶ τρόπων συστάσεως πρὸς Στησαγόραν β᾽.

Σύγκρισις τῶν τροπικῶν ἀξιωμάτων α᾽.

Περὶ ἀντιστρεφόντων λόγων καὶ συνημμένων α᾽.

Πρὸς Ἀγάθωνα περὶ τῶν ἑξῆς προβλημάτων α᾽.

Περὶ τοῦ τίνα συλλογιστικά τινος μετ᾽ ἄλλου τε καὶ μετ᾽ ἄλλων α᾽.

Περὶ τῶν ἐπιφορῶν πρὸς Ἀρισταγόραν α᾽.

Περὶ τοῦ τάττεσθαι τὸν αὐτὸν λόγον ἐν πλείοσι τρόποις α᾽.

Πρὸς τὰ ἀντειρημένα τῷ τὸν αὐτὸν λόγον ἐν συλλογιστικῷ καὶ ἀσυλλογίστῳ τετάχθαι τρόπῳ β᾽.

Πρὸς τὰ ἀντειρημένα ταῖς τῶν συλλογισμῶν ἀναλύσεσι γ᾽.

Πρὸς τὸ περὶ τρόπων Φίλωνος πρὸς Τιμόστρατον α᾽.

Λογικὰ συνημμένα πρὸς Τιμοκράτην καὶ Φιλομαθῆ: εἰς τὰ περὶ λόγων καὶ τρόπων α᾽.

18 [195] Σύνταξις δευτέρα:

Περὶ τῶν περαινόντων λόγων πρὸς Ζήνωνα α᾽.

Περὶ τῶν πρώτων καὶ ἀναποδείκτων συλλογισμων πρὸς Ζήνωνα α᾽.

Περὶ τῆς ἀναλύσεως τῶν συλλογισμῶν α᾽.

Περὶ τῶν παρελκόντων λόγων πρὸς Πασύλον β᾽.

Περὶ τῶν εἰς τοὺς συλλογισμοὺς θεωρημάτων α᾽.

Περὶ συλλογισμῶν εἰσαγωγικῶν πρὸς Ζήνωνα α᾽.

Τῶν πρὸς εἰσαγωγὴν τρόπων πρὸς Ζήνωνα γ᾽.

Περὶ τῶν κατὰ ψευδῆ σχήματα συλλογισμῶν ε᾽.

Λόγοι συλλογιστικοὶ κατ᾽ ἀνάλυσιν ἐν τοῖς ἀναποδείκτοις α᾽.

Τροπικὰ ζητήματα πρὸς Ζήνωνα καὶ Φιλομαθῆ α᾽ ῾τοῦτο δοκεῖ ψευδεπίγραφον̓.

Σύνταξις τρίτη:

Περὶ τῶν μεταπιπτόντων λόγων πρὸς Ἀθηνάδην α᾽ ῾ψευδεπίγραφον̓.

19 [196] Λόγοι μεταπίπτοντες πρὸς τὴν μεσότητα γ᾽ ῾ψευδεπίγραφἀ.

Πρὸς τοὺς Ἀμεινίου διαζευκτικοὺς α᾽.

Σύνταξις τετάρτη:

Περὶ ὑποθέσεων πρὸς Μελέαγρον γ᾽.

Λόγοι ὑποθετικοὶ εἰς τοὺς νόμους πρὸς Μελέαγρον πάλιν α᾽.

Λόγοι ὑποθετικοὶ πρὸς εἰσαγωγὴν β᾽.

Λόγοι ὑποθετικοὶ θεωρημάτων β᾽.

Λύσεις τῶν Ἡδύλου ὑποθετικῶν β᾽.

Λύσεις τῶν Ἀλεξάνδρου ὑποθετικῶν γ᾽ ῾ψευδεπίγραφἀ.

Περὶ ἐκθέσεων πρὸς Λαοδάμαντα α᾽.

Σύνταξις πέμπτη:

Περὶ τῆς εἰς τὸν ψευδόμενον εἰσαγωγῆς πρὸς Ἀριστοκρέοντα α᾽.

Λόγοι ψευδόμενοι πρὸς εἰσαγωγὴν α᾽.

Περὶ τοῦ ψευδομένου πρὸς Ἀριστοκρέοντα σ᾽.

Σύνταξις ἕκτη:

Πρὸς τοὺς νομίζοντας καὶ ψευδῆ καὶ ἀληθῆ εἶναι α᾽.

20 [197] Πρὸς τοὺς διὰ τῆς τομῆς διαλύοντας τὸν ψευδόμενον λόγον πρὸς Ἀριστοκρέοντα β᾽.

Ἀποδείξεις πρὸς τὸ μὴ δεῖν τέμνειν τὰ ἀόριστα α᾽.

Πρὸς τὰ ἀντειρημένα τοῖς κατὰ τῆς τομῆς τῶν ἀορίστων πρὸς Πασύλον γ᾽.

Λύσις κατὰ τοὺς ἀρχαίους πρὸς Διοσκουρίδην α᾽.

Περὶ τῆς τοῦ ψευδομένου λύσεως πρὸς Ἀριστοκρέοντα γ᾽.

Λύσεις τῶν Ἡδύλου ὑποθετικῶν πρὸς Ἀριστοκρέοντα καὶ Ἀπολλᾶν α᾽.

Σύνταξις ἑβδόμη:

Πρὸς τοὺς φάσκοντας τὰ λήμματα ἔχειν ψευδῆ τὸν ψευδόμενον λόγον α᾽.

Περὶ ἀποφάσκοντος πρὸς τὸν Ἀριστοκρέοντα β᾽.

Λόγοι ἀποφάσκοντες πρὸς γυμνασίαν α᾽.

Περὶ τοῦ παρὰ μικρὸν λόγου πρὸς Στησαγόραν α᾽ β᾽.

Περὶ τῶν εἰς τὰς ὑπολήψεις λόγων καὶ ἡσυχαζόντων πρὸς Ὀνήτορα β᾽.

21 [198] Περὶ τοῦ ἐγκεκαλυμμένου πρὸς Ἀριστόβουλον β᾽.

Περὶ τοῦ διαλεληθότος πρὸς Ἀθηνάδην α᾽.

Σύνταξις ὀγδόη:

Περὶ τοῦ οὔτιδος πρὸς Μενεκράτην η᾽.

Περὶ τῶν ἐξ ἀορίστου καὶ ὡρισμένου λόγων πρὸς Πασύλον β᾽.

Περὶ οὔτιδος λόγου πρὸς Ἐπικράτην α᾽.

Σύνταξις ἐνάτη:

Περὶ τῶν σοφισμάτων πρὸς Ἡρακλείδην καὶ Πόλλιν β᾽.

Περὶ τῶν ἀπόρων διαλεκτικῶν πρὸς Διοσκουρίδην ε᾽.

Πρὸς τὸ Ἀρκεσιλάου μεθόδιον πρὸς Σφαῖρον α᾽.

Σύνταξις δεκάτη:

Κατὰ τῆς συνηθείας πρὸς Μητρόδωρον σ᾽.

Ὑπὲρ τῆς συνηθείας πρὸς Γοργιππίδην ζ᾽.

Λογικοῦ τόπου τὰ τῶν προειρημένων τεττάρων διαφορῶν ἐκτὸς ὄντα καὶ περιέχοντα <τὰς> σποράδην καὶ οὐ σωματικὰς ζητήσεις λογικάς, περὶ τῶν καταλεγομένων ζητημάτων ἐννέα καὶ τριάκοντα. ὁμοῦ τὰ πάντα τοῦ λογικοῦ ἕνδεκα καὶ τριακόσια.

22 [199] Ἠθικοῦ λόγου τοῦ περὶ τὴν διάρθρωσιν τῶν ἠθικῶν ἐννοιῶν.

Σύνταξις πρώτη:

Ὑπογραφὴ τοῦ <ἠθικοῦ> λόγου πρὸς Θεόπορον α᾽.

Θέσεις ἠθικαὶ α᾽.

Πιθανὰ λήμματα εἰς τὰ δόγματα πρὸς Φιλομαθῆ γ᾽.

Ὅρων τῶν τοῦ ἀστείου πρὸς Μητρόδωρον β᾽.

Ὅρων τῶν τοῦ φαύλου πρὸς Μητρόδωρον β᾽.

Ὅρων τῶν ἀναμέσων πρὸς Μητρόδωρον β᾽.

Ὅρων τῶν κατὰ γένος πρὸς Μητρόδωρον ζ᾽.

Ὅρων τῶν κατὰ τὰς ἄλλας τέχνας πρὸς Μητρόδωρον α᾽ β᾽.

Σύνταξις δευτέρα:

Περὶ τῶν ὁμοίων πρὸς Ἀριστοκλέα γ᾽.

Περὶ τῶν ὅρων πρὸς Μητρόδωρον ζ᾽.

Σύνταξις τρίτη:

Περὶ τῶν οὐκ ὀρθῶς τοῖς ὅροις ἀντιλεγομένων πρὸς Λαοδάμαντα ζ᾽.

23 [200] Πιθανὰ εἰς τοὺς ὅρους πρὸς Διοσκουρίδην β᾽.

Περὶ εἰδῶν καὶ γενῶν πρὸς Γοργιππίδην β᾽.

Περὶ διαιρέσεων α᾽.

Περὶ ἐναντίων πρὸς Διονύσιον β᾽.

Πιθανὰ πρὸς τὰς διαιρέσεις καὶ τὰ γένη καὶ τὰ εἴδη καὶ <τὰ> περὶ τῶν ἐναντίων α᾽.

Σύνταξις τετάρτη:

Περὶ τῶν ἐτυμολογικῶν πρὸς Διοκλέα ζ᾽.

Ἐτυμολογικῶν πρὸς Διοκλέα δ᾽.

Σύνταξις πέμπτη:

Περὶ παροιμιῶν πρὸς Ζηνόδοτον β᾽.

Περὶ ποιημάτων πρὸς Φιλομαθῆ α᾽.

Περὶ τοῦ πῶς δεῖ τῶν ποιημάτων ἀκούειν β᾽.

Πρὸς τοὺς κριτικοὺς πρὸς Διόδωρον α᾽.

24 [201] Ἠθικοῦ τόπου περὶ τὸν κοινὸν λόγον καὶ τὰς ἐκ τούτου συνισταμένας τέχνας καὶ ἀρετάς.

Σύνταξις πρώτη:

Πρὸς τὰς ἀναζωγραφήσεις πρὸς Τιμώνακτα α᾽.

Περὶ τοῦ πῶς ἕκαστα λέγομεν καὶ διανοούμεθα α᾽.

Περὶ τῶν ἐννοιῶν πρὸς Λαοδάμαντα β᾽.

Περὶ ὑπολήψεως πρὸς Πυθώνακτα γ᾽.

Ἀποδείξεις πρὸς τὸ μὴ δοξάσειν τὸν σοφὸν α᾽.

Περὶ καταλήψεως καὶ ἐπιστήμης καὶ ἀγνοίας δ᾽.

Περὶ λόγου β᾽.

Περὶ τῆς χρήσεως τοῦ λόγου πρὸς Λεπτίνην.

Σύνταξις δευτέρα:

Περὶ τοῦ ἐγκρίνειν τοὺς ἀρχαίους τὴν διαλεκτικὴν σὺν ταῖς ἀποδείξεσι πρὸς Ζήνωνα β᾽.

25 [202] Περὶ τῆς διαλεκτικῆς πρὸς Ἀριστοκρέοντα δ᾽.

Περὶ τῶν ἀντιλεγομένων τοῖς διαλεκτικοῖς γ᾽.

Περὶ τῆς ῥητορικῆς πρὸς Διοσκουρίδην δ᾽.

Σύνταξις τρίτη:

Περὶ ἕξεως πρὸς Κλέωνα γ᾽.

Περὶ τέχνης καὶ ἀτεχνίας πρὸς Ἀριστοκρέοντα δ᾽.

Περὶ τῆς διαφορᾶς τῶν ἀρετῶν πρὸς Διόδωρον δ᾽.

Περὶ τοῦ ποιὰς εἶναι τὰς ἀρετὰς α᾽.

Περὶ ἀρετῶν πρὸς Πόλλιν β᾽.

Ἠθικοῦ τόπου περὶ ἀγαθῶν καὶ κακῶν.

Σύνταξις πρώτη:

Περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς πρὸς Ἀριστοκρέοντα ι᾽.

Ἀποδείξεις πρὸς τὸ μὴ εἶναι τὴν ἡδονὴν τέλος δ᾽.

Ἀποδείξεις πρὸς τὸ μὴ εἶναι τὴν ἡδονὴν ἀγαθὸν δ᾽.

Περὶ τῶν λεγομένων ὑπὲρ τῆς : : :

1 179

2 180

3 181

4 182

5 183

6 184

7 185

8 186

9 υἱὸς] υἱωνὸς coni. wilam.

10 187

11 188

12 189

13 190

14 191

15 192

16 193

17 194

18 195

19 196

20 197

21 198

22 199

23 200

24 201

25 202

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (R.D. Hicks, 1972)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: