previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κεφ. σ᾽. ΗΡΑΚΛΕΙΔΗΣ

1 [86] Ἡρακλείδης Εὐθύφρονος Ἡρακλεώτης τοῦ Πόντου, ἀνὴρ πλούσιος. Ἀθήνησι δὲ παρέβαλε πρῶτον μὲν Σπευσίππῳ: ἀλλὰ καὶ τῶν Πυθαγορείων διήκουσε καὶ τὰ Πλάτωνος ἐζηλώκει: καὶ ὕστερον ἤκουσεν Ἀριστοτέλους, ὥς φησι Σωτίων ἐν Διαδοχαῖς. οὗτος ἐσθῆτί τε μαλακῇ ἐχρῆτο καὶ ὑπέρογκος ἦν τὸ σῶμα, ὥστ᾽ αὐτὸν ὑπὸ τῶν Ἀττικῶν μὴ Ποντικὸν ἀλλὰ Πομπικὸν καλεῖσθαι. πρᾷός τ᾽ ἦν τὸ βλέμμα καὶ σεμνός. φέρεται δ᾽ αὐτοῦ συγγράμματα κάλλιστά τε καὶ ἄριστα: διάλογοι, ὧν ἠθικὰ μὲν

Περὶ δικαιοσύνης γ᾽.

Ἓν δὲ περὶ σωφροσύνης

Περί τ᾽ εὐσεβείας ε᾽ καὶ

Περὶ ἀνδρείας α᾽.

Κοινῶς τε περὶ ἀρετῆς α᾽ καὶ ἄλλο.

Περὶ εὐδαιμονίας α᾽.

2 [87] Περὶ τῆς ἀρχῆς α᾽ καὶ

Νόμων α᾽ καὶ τῶν συγγενῶν τούτοις.

Περὶ ὀνομάτων α᾽.

Συνθῆκαι α᾽.

Ἀκούσιος α᾽.

Ἐρωτικὸς καὶ Κλεινίας α᾽.

Φυσικὰ δὲ

Περὶ νοῦ.

Περὶ ψυχῆς καὶ κατ᾽ ἰδίαν περὶ ψυχῆς καὶ

Περὶ φύσεως καὶ

Περὶ εἰδώλων.

Πρὸς Δημόκριτον.

Περὶ τῶν ἐν οὐρανῷ α᾽.

Περὶ τῶν ἐν ᾄδου.

Περὶ βίων α᾽ β᾽.

Αἰτίαι περὶ νόσων α᾽.

Περὶ τἀγαθοῦ α᾽.

Πρὸς τὰ Ζήνωνος α᾽.

Πρὸς τὰ Μήτρωνος α᾽.

Γραμματικὰ δὲ

Περὶ τῆς Ὁμήρου καὶ Ἡσιόδου ἡλικίας α᾽ β᾽.

Περὶ Ἀρχιλόχου καὶ Ὁμήρου α᾽ β᾽.

Καὶ μουσικὰ δὲ

Περὶ τῶν παρ᾽ Εὐριπίδῃ καὶ Σοφοκλεῖ α᾽ β᾽ γ᾽.

Περὶ μουσικῆς α᾽ β᾽.

3 [88] Λύσεων Ὁμηρικῶν α᾽ β᾽.

Θεωρηματικὸν α᾽.

Περὶ τῶν τριῶν τραγῳδοποιῶν α᾽.

Χαρακτῆρες α᾽.

Περὶ ποιητικῆς καὶ τῶν ποιητῶν α᾽.

Περὶ στοχασμοῦ α᾽.

Προοπτικὸν α᾽.

Ἡρακλείτου ἐξηγήσεις δ᾽.

Πρὸς τὸν Δημόκριτον ἐξηγήσεις α᾽.

Λύσεων ἐριστικῶν α᾽ β᾽.

Ἀξίωμα α᾽.

Περὶ εἰδῶν α᾽.

Λύσεις α᾽.

Ὑποθῆκαι α᾽.

Πρὸς Διονύσιον α᾽.

Ῥητορικὰ δὲ

Περὶ τοῦ ῥητορεύειν Πρωταγόρας.

Ἱστορικά:

Περὶ τῶν Πυθαγορείων καὶ

Περὶ εὑρημάτων.

Τούτων τὰ μὲν κωμικῶς πέπλακεν, ὡς τὸ Περὶ ἡδονῆς καὶ Περὶ σωφροσύνης: τὰ δὲ τραγικῶς, ὡς τὸ Περὶ τῶν καθ᾽ ᾄδην καὶ τὸ Περὶ εὐσεβείας καὶ τὸ Περὶ ἐξουσίας.

4 [89] Ἔστι δ᾽ αὐτῷ καὶ μεσότης τις ὁμιλητικὴ φιλοσόφων τε καὶ στρατηγικῶν καὶ πολιτικῶν ἀνδρῶν πρὸς ἀλλήλους διαλεγομένων. ἀλλὰ καὶ γεωμετρικά ἐστιν αὐτοῦ καὶ διαλεκτικά. ἄλλως τ᾽ ἐν ἅπασι ποικίλος τε καὶ διηρμένος τὴν λέξιν ἐστὶ καὶ ψυχαγωγεῖν ἱκανῶς δυνάμενος.

Δοκεῖ δὲ καὶ τὴν πατρίδα τυραννουμένην ἐλευθερῶσαι, τὸν μόναρχον κτείνας, ὥς φησι Δημήτριος Μάγνης ἐν Ὁμωνύμοις. ὃς καὶ τοιόνδε ἱστορεῖ περὶ αὐτοῦ: "θρέψαι αὐτὸν δράκοντα ἐκ νέου καὶ αὐξηθέντα, ἐπειδὴ τελευτᾶν ἔμελλε, κελεῦσαί τινι τῶν πιστῶν αὑτοῦ τὸ σῶμα κατακρύψαι, τὸν δὲ δράκοντα ἐπὶ τῆς κλίνης θεῖναι, ἵνα δόξειεν εἰς θεοὺς μεταβεβηκέναι. 5 [90] ἐγένετο δὲ πάντα. καὶ μεταξὺ παραπεμπόντων Ἡρακλείδην τῶν πολιτῶν καὶ εὐφημούντων, δράκων ἀκούσας τῆς ἐπιβοῆς ἐξέδυ τῶν ἱματίων καὶ διετάραξε τοὺς πλείστους. ὕστερον μέντοι ἐξεκαλύφθη πάντα καὶ ὤφθη Ἡρακλείδης οὐχ οἷος ἐδόκει, ἀλλ᾽ οἷος ἦν."

Καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον:

ἤθελες ἀνθρώποισι λιπεῖν φάτιν, Ἡρακλείδη, ὥς ῥα θανὼν ἐγένου ζωὸς ἅπασι6 δράκων.

ἀλλὰ διεψεύσθης, σεσοφισμένε: δὴ γὰρ μὲν θὴρ ἦε δράκων, σὺ δὲ θήρ, οὐ σοφὸς ὤν, ἑάλως.

ταῦτα δέ φησι καὶ Ἱππόβοτος.

7 [91] Ἕρμιππος δὲ λιμοῦ κατασχόντος τὴν χώραν φησὶν αἰτεῖν τοὺς Ἡρακλεώτας τὴν Πυθίαν λύσιν. τὸν δὲ Ἡρακλείδην διαφθεῖραι χρήμασι τούς τε θεωροὺς καὶ τὴν προειρημένην, ὥστ᾽ ἀνειπεῖν ἀπαλλαγήσεσθαι τοῦ κακοῦ, εἰ ζῶν μὲν Ἡρακλείδης Εὐθύφρονος χρυσῷ στεφάνῳ στεφανωθείη πρὸς αὐτῶν, ἀποθανὼν δὲ ὡς ἥρως τιμῷτο. ἐκομίσθη δῆθεν χρησμὸς καὶ οὐδὲν ὤναντο οἱ πλάσαντες αὐτόν. αὐτίκα γὰρ ἐν τῷ θεάτρῳ στεφανούμενος

Ἡρακλείδης ἀπόπληκτος ἐγένετο, οἵ τε θεωροὶ καταλευσθέντες διεφθάρησαν. ἀλλὰ καὶ Πυθία τὴν αὐτὴν ὥραν κατιοῦσα ἐς τὸ ἄδυτον καὶ ἐπιστᾶσα ἑνὶ τῶν δρακόντων δηχθεῖσα παραχρῆμα ἀπέπνευσε. καὶ τὰ μὲν περὶ τὸν θάνατον αὐτοῦ τοσαῦτα.

8 [92] Φησὶ δ᾽ Ἀριστόξενος μουσικὸς καὶ τραγῳδίας αὐτὸν ποιεῖν καὶ Θέσπιδος αὐτὰς ἐπιγράφειν. Χαμαιλέων τε τὰ παρ᾽ ἑαυτοῦ φησι κλέψαντα αὐτὸν τὰ περὶ Ἡσιόδου καὶ Ὁμήρου γράψαι: ἀλλὰ καὶ Αὐτόδωρος Ἐπικούρειος ἐπιτιμᾷ αὐτῷ, τοῖς περὶ δικαιοσύνης ἀντιλέγων. ἔτι καὶ Διονύσιος Μεταθέμενος < Σπίνθαρος, ὡς ἔνιοι> γράψας τὸν Παρθενοπαῖον ἐπέγραψε Σοφοκλέους. δὲ πιστεύσας εἴς τι τῶν ἰδίων συγγραμμάτων ἐχρῆτο μαρτυρίοις ὡς Σοφοκλέους. 9 [93] αἰσθόμενος δ᾽ Διονύσιος ἐμήνυσεν αὐτῷ τὸ γεγονός: τοῦ δ᾽ ἀρνουμένου καὶ ἀπιστοῦντος ἐπέστειλεν ἰδεῖν τὴν παραστιχίδα: καὶ εἶχε Πάγκαλος. οὗτος δ᾽ ἦν ἐρώμενος Διονυσίου: ὡς δ᾽ ἔτι ἀπιστῶν ἔλεγε κατὰ τὴν τύχην ἐνδέχεσθαι οὕτως ἔχειν, πάλιν ἀντεπέστειλεν Διονύσιος ὅτι "καὶ ταῦτα εὑρήσεις:

α. γέρων πίθηκος οὐχ ἁλίσκεται πάγῃ:

β. ἁλίσκεται μέν, μετὰ χρόνον δ᾽ ἁλίσκεται."

καὶ πρὸς τούτοις: "Ἡρακλείδης γράμματα οὐκ ἐπίσταται οὐδ᾽ ᾐσχύνθη."

Γεγόνασι δ᾽ Ἡρακλεῖδαι τεσσαρεσκαίδεκα: πρῶτος αὐτὸς οὗτος: δεύτερος πολίτης αὐτοῦ, πυρρίχας 10 [94] καὶ φλυαρίας συντεταγμένος: τρίτος Κυμαῖος,

γεγραφὼς Περσικὰ ἐν πέντε βιβλίοις: τέταρτος Κυμαῖος, ῥήτωρ τέχνας γεγραφώς: πέμπτος Καλλατιανὸς Ἀλεξανδρεύς, γεγραφὼς τὴν Διαδοχὴν ἐν ἓξ βιβλίοις καὶ Λεμβευτικὸν λόγον, ὅθεν καὶ Λέμβος ἐκαλεῖτο: ἕκτος Ἀλεξανδρεύς, γεγραφὼς τὰ Περσικὰ ἰδιώματα: ἕβδομος διαλεκτικὸς Βαργυληΐτης, κατ᾽ Ἐπικούρου γεγραφώς: ὄγδοος ἰατρὸς τῶν ἀπὸ Ἱκεσίου: ἔνατος ἰατρὸς Ταραντῖνος, ἐμπειρικός: δέκατος ποιητικός, παραινέσεις γεγραφώς: ἑνδέκατος ἀνδριαντοποιὸς Φωκαεύς: δωδέκατος ἐπιγραμμάτων ποιητὴς λιγυρός: τρισκαιδέκατος Μάγνης, Μιθραδατικὰ γεγραφώς: τεσσαρεσκαι δέκατος ἀστρολογούμενα συγγεγραφώς.

1 86

2 87

3 88

4 89

5 90

6 ἅπασι] ἄπαρτι reiske.

7 91

8 92

9 93

10 94

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (R.D. Hicks, 1972)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: