previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κεφ. σ᾽. ΑΡΚΕΣΙΛΑΟΣ

1 [28] Ἀρκεσίλαος Σεύθου <[ἢ Σκύθου], ὡς Ἀπολλόδωρος ἐν τρίτῳ Χρονικῶν>, Πιτάνης τῆς Αἰολίδος. οὗτός ἐστιν τῆς μέσης Ἀκαδημείας κατάρξας, πρῶτος ἐπισχὼν τὰς ἀποφάσεις διὰ τὰς ἐναντιότητας τῶν λόγων. πρῶτος δὲ καὶ εἰς ἑκάτερον ἐπεχείρησε, καὶ πρῶτος τὸν λόγον ἐκίνησε τὸν ὑπὸ Πλάτωνος παραδεδομένον καὶ ἐποίησε δι᾽ ἐρωτήσεως καὶ ἀποκρίσεως ἐριστικώτερον. παρέβαλε δὲ

Κράντορι τοῦτον τὸν τρόπον. τέταρτος ἀδελφὸς ἦν ὧν εἶχε δύο μὲν ὁμοπατρίους, δύο δὲ ὁμομητρίους: καὶ τῶν μὲν ὁμομητρίων πρεσβύτερον Πυλάδην, τῶν δὲ ὁμοπατρίων Μοιρέαν, ὃς ἦν αὐτῷ ἐπίτροπος. 2 [29] ἤκουσε δὲ κατ᾽ ἀρχὰς μὲν Αὐτολύκου τοῦ μαθηματικοῦ πολίτου τυγχάνοντος, πρὶν ἀπαίρειν εἰς Ἀθήνας, μεθ᾽ οὗ καὶ εἰς Σάρδεις ἀπεδήμησεν: ἔπειτα Ξάνθου τοῦ Ἀθηναίου μουσικοῦ: μεθ᾽ ὃν Θεοφράστου διήκουσεν. ἔπειτα μετῆλθεν εἰς Ἀκαδημείαν πρὸς Κράντορα: Μοιρέας μὲν γὰρ προειρημένος ἀδελφὸς ἦγεν αὐτὸν ἐπὶ ῥητορικήν: δὲ φιλοσοφίας ἤρα, καὶ αὐτοῦ Κράντωρ ἐρωτικῶς διατεθεὶς ἐπύθετο τὰ ἐξ Ἀνδρομέδας Εὐριπίδου προενεγκάμενος:

παρθέν᾽, εἰ σώσαιμί σ᾽, εἴσει μοι χάριν;

καὶ ὃς τὰ ἐχόμενα:

ἄγου μ᾽, ξέν᾽, εἴτε δμωΐδ᾽ ἐθέλεις εἴτ᾽ ἄλοχον.

3 [30] ἐκ τούτου συνήστην ἀλλήλοιν: ἵνα καὶ τὸν Θεόφραστον κνιζόμενόν φασιν εἰπεῖν ὡς εὐφυὴς καὶ εὐεπιχείρητος ἀπεληλυθὼς τῆς διατριβῆς εἴη νεανίσκος. καὶ γὰρ ἐν τοῖς λόγοις ἐμβριθέστατος καὶ φιλογράμματος ἱκανῶς γενόμενος ἥπτετο καὶ ποιητικῆς. καὶ αὐτοῦ φέρεται ἐπίγραμμα εἰς Ἄτταλον ἔχον οὕτω:

Πέργαμος οὐχ ὅπλοις κλεινὴ μόνον, ἀλλὰ καὶ ἵπποις

πολλάκις αὐδᾶται Πῖσαν ἀνὰ ζαθέην.

εἰ δὲ τὸν ἐκ Διόθεν θεμιτὸν θνατῷ νόον εἰπεῖν, ἔσσεται εἰσαῦτις πολλὸν ἀοιδοτέρη.

ἀλλὰ καὶ εἰς Μηνόδωρον τὸν Εὐγάμου ἑνὸς τῶν συσχολαστῶν ἐρώμενον:

4 [31] τηλοῦ μὲν Φρυγίη, τηλοῦ δ᾽ ἱερὴ Θυάτειρα: Μηνόδωρε, σὴ πατρίς, Καδανάδη.

ἀλλὰ γὰρ εἰς Ἀχέροντα τὸν οὐ φατὸν ἶσα κέλευθα, ὡς αἶνος ἀνδρῶν, πάντοθεν μετρεύμενα.

σῆμα δέ τοι τόδ᾽ ἔρεξεν ἀριφραδὲς Εὔγαμος, σὺ πολλῶν πενεστέων ἦσθα προσφιλέστατος.

Ἀπεδέχετο δὲ πάντων μᾶλλον Ὅμηρον, οὗ καὶ εἰς ὕπνον ἰὼν πάντως τι ἀνεγίνωσκεν, ἀλλὰ καὶ ὄρθρου λέγων ἐπὶ τὸν ἐρώμενον ἀπιέναι ὁπότε βούλοιτο ἀναγνῶναι. τόν τε Πίνδαρον ἔφασκε δεινὸν εἶναι φωνῆς ἐμπλῆσαι καὶ ὀνομάτων καὶ ῥημάτων εὐπορίαν παρασχεῖν. Ἴωνα δὲ καὶ ἐχαρακτήριζε νέος ὤν.

5 [32] Διήκουσε δὲ καὶ Ἱππονίκου τοῦ γεωμέτρου: ὃν καὶ ἔσκωψε τὰ μὲν ἄλλα νωθρὸν ὄντα καὶ χασμώδη, ἐν δὲ τῇ τέχνῃ τεθεωρημένον, εἰπὼν τὴν γεωμετρίαν αὐτοῦ χάσκοντος εἰς τὸ στόμα ἐμπτῆναι. τοῦτον καὶ παρακόψαντα ἀναλαβὼν οἴκοι ἐς τοσοῦτον ἐθεράπευσεν, ἐς ὅσον ἀποκαταστῆσαι. Κράτητος δὲ ἐκλιπόντος κατέσχε τὴν σχολήν, ἐκχωρήσαντος αὐτῷ Σωκρατίδου τινός. διὰ δὲ τὸ περὶ πάντων ἐπέχειν οὐδὲ βιβλίον, φασί τινες, συνέγραψεν: οἱ δέ, ὅτι ἐφωράθη <Κράντορος> τινὰ διορθῶν, φασιν οἱ μὲν ἐκδοῦναι, οἱ δὲ κατακαῦσαι. ἐῴκει δὴ θαυμάζειν καὶ τὸν Πλάτωνα καὶ τὰ βιβλία ἐκέ- 6 κτητο αὐτοῦ. [33] ἀλλὰ καὶ τὸν Πύρρωνα κατά τινας ἐζηλώκει καὶ τῆς διαλεκτικῆς εἴχετο καὶ τῶν

Ερετρικῶν ἥπτετο λόγων, ὅθεν καὶ ἐλέγετο ἐπ᾽ αὐτοῦ ὑπ᾽ Ἀρίστωνος:

πρόσθε Πλάτων, ὄπιθεν Πύρρων, μέσσος Διόδωρος. καὶ Τίμων ἐπ᾽ αὐτοῦ φησιν οὕτως:

τῇ γὰρ ἔχων Μενεδήμου ὑπὸ στέρνοισι μόλιβδον θεύσεται Πύρρωνα τὸ πᾶν κρέας Διόδωρον.

καὶ διαλιπὼν αὐτὸν ποιεῖ λέγοντα:

νήξομαι εἰς Πύρρωνα καὶ εἰς σκολιὸν Διόδωρον.

Ἦν δὲ καὶ ἀξιωματικώτατος καὶ συνηγμένος καὶ ἐν τῇ λαλιᾷ διαστατικὸς τῶν ὀνομάτων, ἐπικόπτης θ᾽ ἱκανῶς καὶ παρρησιαστής: 7 [34] διὸ καὶ πάλιν Τίμων οὑτωσὶ περὶ αὐτοῦ:

καὶ %2 νόον αἱμυλίοισκαὶ νέον μη λησης ϝυλγ.: νόον ξασαυβον: αἱμυλίοις ωιλαμ.: παίγνιον αἱμυλίως <ιντερ αλια> ωαξης. ἐπιπλήξεσιν ἐγκαταμιγνύς.

ὅθεν καὶ πρὸς τὸν θρασύτερον διαλεγόμενον νεανίσκον, "οὐ λήψεταί τις," ἔφη, "τοῦτον ἀστραγάλῳ;" πρὸς δὲ τὸν αἰτίαν ἔχοντα περαίνεσθαι, ὡς ἀνήνεγκεν αὐτῷ ὅτι οὐ δοκεῖ ἕτερον ἕτερου μεῖζον εἶναι, ἠρώτησεν εἰ οὐδὲ τὸ δεκαδάκτυλον τοῦ ἑξαδακτύλου. Ἥμονος δέ τινος Χίου ἀειδοῦς ὄντος καὶ ὑπολαμβάνοντος εἶναι καλοῦ καὶ ἐν χλανίσιν ἀεὶ ἀναστρεφομένου εἰπόντος ὅτι οὐ δοκεῖ αὐτῷ <> σοφὸς ἐρασθήσεσθαι, ἔφη, πότερον οὐδ᾽ ἐὰν οὕτω καλὸς τις ὥσπερ σὺ οὐδ᾽ ἐὰν οὕτω καλὰ ἱμάτια ἔχῃ; ἐπεὶ δὲ καὶ παρακίναιδος ὢν ὡς εἰς βαρὺν τὸν Ἀρκεσίλαον ἔφη:

9 [35] ἔξεστ᾽ ἐρωτᾶν πότνιά σ᾽ σιγὴν ἔχω;

ὑπολαβὼν ἔφη:

γύναι, τί μοι τραχεῖα κοὐκ εἰθισμένως λαλεῖς;

στωμύλου δὲ ἀγεννοῦς πράγματα αὐτῷ παρέχοντος ἔφη:

ἀκόλασθ᾽ ὁμιλεῖν γίγνεται δούλων τέκνα.

ἄλλου δὲ πολλὰ φλυαροῦντος οὐδὲ τίτθης αὐτὸν χαλεπῆς τετυχηκέναι ἔφη: τισὶ δὲ οὐδὲ ἀπεκρίνετο. πρὸς δὲ τὸν δανειστικὸν καὶ φιλόλογον εἰπόντα τι ἀγνοεῖν, ἔφη:

λήθουσι γάρ τοι κἀνέμων διέξοδοι θήλειαν ὄρνιν, πλὴν ὅταν τόκος παρῇ.

ἔστι δὲ ταῦτα ἐκ τοῦ Οἰνομάου τοῦ Σοφοκλέους.

10 [36] Πρὸς Ἀλεξίνειόν τινα διαλεκτικὸν μὴ δυνάμενον κατ᾽ ἀξίαν τῶν Ἀλεξίνου τι διηγήσασθαι τὸ Φιλοξένῳ πρὸς τοὺς πλινθιακοὺς πραχθὲν εἶπεν: ἐκεῖνος γὰρ τὰ αὑτοῦ κακῶς ᾄδοντας τούτους καταλαβὼν αὐτὸς τὰς πλίνθους αὐτῶν συνεπάτησεν, εἰπών, "ὡς ὑμεῖς τὰ ἐμὰ διαφθείρετε, οὕτω κἀγὼ τὰ ὑμέτερα." ἤχθετο οὖν δὴ τοῖς μὴ καθ᾽ ὥραν τὰ μαθήματα ἀνειληφόσι. φυσικῶς δέ πως ἐν τῷ διαλέγεσθαι ἐχρῆτο τῷ Φημ᾽ ἐγώ, καί, Οὐ συγκαταθήσεται τούτοις δεῖνα, εἰπὼν τοὔνομα:

καὶ πολλοὶ τῶν μαθητῶν ἐζήλουν <ὡς> καὶ τὴν ῥητορείαν καὶ πᾶν τὸ σχῆμα.

11 [37] Ἦν δὲ καὶ εὑρεσιλογώτατος ἀπαντῆσαι εὐστόχως καὶ ἐπὶ τὸ προκείμενον ἀνενεγκεῖν τὴν περίοδον τῶν λόγων καὶ ἅπαντι συναρμόσασθαι καιρῷ. πειστικός τε ὑπὲρ πάνθ᾽ ὁντινοῦν: παρὸ καὶ πλείους πρὸς αὐτὸν ἀπήντων εἰς τὴν σχολὴν καίπερ ὑπ᾽ ὀξύτητος αὐτοῦ ἐπιπληττόμενοι. ἀλλ᾽ ἔφερον ἡδέως: καὶ γὰρ ἦν ἀγαθὸς σφόδρα καὶ ἐλπίδων ὑποπιμπλὰς τοὺς ἀκούοντας. ἔν τε τῷ βίῳ κοινωνικώτατος ἐγένετο καὶ εὐεργετῆσαι πρόχειρος ἦν καὶ λαθεῖν τὴν χάριν ἀτυφότατος. εἰσελθὼν γοῦν ποτὲ πρὸς Κτησίβιον νοσοῦντα καὶ ἰδὼν ἀπορίᾳ θλιβόμενον, κρύφα βαλάντιον ὑπέθηκε τῷ προσκεφαλαίῳ: καὶ ὃς εὑρών, "Ἀρκεσιλάου," φησί, "τὸ παίγνιον." ἀλλὰ καὶ ἄλλοτε χιλίας ἀπέστειλεν.

12 [38] Ἀρχίαν τε τὸν Ἀρκάδα Εὐμένει συστήσας πολλῆς ἐποίησε τυχεῖν τῆς ἀξίας. ἐλευθέριός τε ὢν καὶ ἀφιλαργυρώτατος εἰς τὰς ἀργυρικὰς δείξεις ἀπήντα πρῶτος, καὶ ἐπὶ τὴν Ἀρχεκράτους καὶ Καλλικράτους τὰς χρυσιαίας παντὸς ἔσπευδε μᾶλλον. συχνοῖς τε ἐπήρκει καὶ συνηράνιζε: καί ποτέ τινος ἀργυρώματα λαβόντος εἰς ὑποδοχὴν φίλων καὶ ἀποστεροῦντος οὐκ ἀπῄτησεν οὐδὲ προσεποιήθη. οἱ δέ φασιν ἐπίτηδες χρῆσαι καὶ ἀποδιδόντος, ἐπεὶ πένης ἦν, χαρίσασθαι. ἦν μὲν οὖν αὐτῷ καὶ ἐν Πιτάνῃ περιουσία, ἀφ᾽ ἧς ἀπέστειλεν αὐτῷ Πυλάδης ἀδελφός. ἀλλὰ καὶ

ἐχορήγει αὐτῷ πολλὰ Εὐμένης τοῦ Φιλεταίρου: διὸ καὶ τούτῳ μόνῳ τῶν ἄλλων βασιλέων προσεφώνει.

13 [39] Πολλῶν δὲ καὶ τὸν Ἀντίγονον θεραπευόντων καὶ ὁπότε ἥκοι ἀπαντώντων αὐτὸς ἡσύχαζε, μὴ βουλόμενος προεμπίπτειν εἰς γνῶσιν. φίλος τε ἦν μάλιστα Ἱεροκλεῖ τῷ τὴν Μουνιχίαν ἔχοντι καὶ τὸν Πειραιᾶ: ἔν τε ταῖς ἑορταῖς κατῄει πρὸς αὐτὸν ἑκάστοτε. καὶ δὴ καὶ πολλὰ ἐκείνου συμπείθοντος ὥστ᾽ ἀσπάσασθαι τὸν Ἀντίγονον, οὐκ ἐπείσθη, ἀλλ᾽ ἕως πυλῶν ἐλθὼν ἀνέστρεψε. μετά τε τὴν Ἀντιγόνου ναυμαχίαν πολλῶν προσιόντων καὶ ἐπιστόλια παρακλητικὰ γραφόντων αὐτὸς ἐσιώπησεν. ἀλλ᾽ οὖν ὅμως ὑπὲρ τῆς πατρίδος ἐπρέσβευσεν εἰς Δημητριάδα πρὸς Ἀντίγονον καὶ οὐκ ἐπέτυχε. τὸ πᾶν δὴ διέτριβεν ἐν τῇ Ἀκαδημείᾳ τὸν πολιτισμὸν ἐκτοπίζων.

14 [40] Καί ποτε δὴ καὶ Ἀθήνησιν ἐν τῷ Πειραιεῖ πρὸς τὰς θέσεις λέγων ἐχρόνισεν, οἰκείως ἔχων πρὸς Ἱεροκλέα: ἐφ᾽ καὶ πρός τινων διεβάλλετο. πολυτελὴς δὲ ἄγαν ὤν--καὶ τί γὰρ ἄλλο ἕτερος Ἀρίστιππος;--ἐπὶ τὰ δεῖπνα πρὸς τοὺς ὁμοιοτρόπους μέν, πλὴν ἀλλ᾽ ἀπήντα. καὶ Θεοδότῃ τε καὶ Φίλᾳ ταῖς Ἠλείαις ἑταίραις συνῴκει φανερῶς καὶ πρὸς τοὺς διασύροντας προεφέρετο τὰς Ἀριστίππου χρείας. φιλομειράκιός τε ἦν καὶ καταφερής: ὅθεν οἱ περὶ Ἀρίστωνα τὸν Χῖον στωικοὶ

ἐπεκάλουν αὐτῷ, φθορέα τῶν νέων καὶ κιναιδολόγον καὶ θρασὺν ἀποκαλοῦντες. 15 [41] καὶ γὰρ δὴ καὶ Δημητρίου τοῦ πλεύσαντος εἰς Κυρήνην ἐπὶ πλέον ἐρασθῆναι λέγεται, καὶ Κλεοχάρους τοῦ Μυρλεανοῦ: ἐφ᾽ καὶ πρὸς τοὺς κωμάσαντας εἰπεῖν αὐτὸς μὲν θέλειν ἀνοῖξαι, ἐκεῖνον δὲ διακωλύειν. τούτου δὲ ἤρων καὶ Δημοχάρης Λάχητος καὶ Πυθοκλῆς τοῦ Βουγέλου: οὓς καταλαβὼν ὑπ᾽ ἀνεξικακίας παραχωρεῖν ἔφη. διὰ ταῦτα δὴ οὖν ἔδακνόν τε αὐτὸν οἱ προειρημένοι καὶ ἐπέσκωπτον ὡς φίλοχλον καὶ φιλόδοξον: μάλιστα δὲ ἐπετίθεντο αὐτῷ οἱ περὶ Ἱερώνυμον τὸν Περιπατητικόν, ὁπότε συνάγοι τοὺς φίλους εἰς τὴν Ἁλκυονέως τοῦ Ἀντιγόνου υἱοῦ ἡμέραν, εἰς ἣν ἱκανὰ χρήματα ἀπέστελλεν Ἀντίγονος πρὸς ἀπόλαυσιν. 16 [42] ἔνθα καὶ παραιτούμενος ἑκάστοτε τὰς ἐπικυλικείους ἐξηγήσεις πρὸς Ἀριδείκην προτείνοντά τι θεώρημα καὶ ἀξιοῦντα εἰς αὐτὸ λέγειν εἶπεν, "ἀλλ᾽ αὐτὸ τοῦτο μάλιστα φιλοσοφίας ἴδιον, τὸ τὸν καιρὸν ἑκάστων ἐπίστασθαι." εἰς δὲ τὸ διαβαλλόμενον αὐτοῦ φίλοχλον καὶ Τίμων τά τ᾽ ἄλλα φησίν, ἀτὰρ δὴ καὶ τοῦτον τὸν τρόπον:

ὣς εἰπὼν ὄχλοιο περίστασιν εἰσκατέδυνεν. οἱ δέ μιν ἠΰτε γλαῦκα πέρι σπίζαι τερατοῦντο ἠλέματον δεικνύντες, ὁθούνεκεν ὀχλοάρεσκος. οὐ μέγα πρῆγμα, τάλας: τί πλατύνεαι ἠλίθιος ὥς;

Οὐ μὴν ἀλλ᾽ οὕτως ἄτυφος ἦν ὥστε τοῖς μα-

θηταῖς παρῄνει καὶ ἄλλων ἀκούειν. καί τινος Χίου νεανίσκου μὴ εὐαρεστουμένου τῇ διατριβῇ αὐτοῦ, ἀλλ᾽ Ἱερωνύμου τοῦ προειρημένου, αὐτὸς ἀπαγαγὼν συνέστησε τῷ φιλοσόφῳ, παραινέσας εὐτακτεῖν.

17 [43] Χάριεν δ᾽ αὐτοῦ φέρεται κἀκεῖνο: πρὸς τὸν πυθόμενον διὰ τί ἐκ μὲν τῶν ἄλλων μεταβαίνουσιν εἰς τὴν Ἐπικούρειον, ἐκ δὲ τῶν Ἐπικουρείων οὐδέποτε, ἔφη, "ἐκ μὲν γὰρ ἀνδρῶν γάλλοι γίνονται, ἐκ δὲ γάλλων ἄνδρες οὐ γίνονται."

Λοιπὸν δὲ πρὸς τῷ τέλει γενόμενος ἅπαντα καταλέλοιπε Πυλάδῃ τἀδελφῷ τὰ αὑτοῦ, ἀνθ᾽ ὧν ἐς Χῖον αὐτὸν προήγαγε τὸν Μοιρέαν λανθάνων, κἀκεῖθεν εἰς Ἀθήνας ἀπήγαγε. περιιὼν δὲ οὔτε γύναιον ἐπηγάγετο οὔτ᾽ ἐπαιδοποιήσατο. τρεῖς τε διαθήκας ποιησάμενος ἔθετο τὴν μὲν ἐν Ἐρετρίᾳ πρὸς Ἀμφίκριτον, τὴν δ᾽ Ἀθήνησι παρά τινας τῶν φίλων, τὴν δὲ τρίτην ἀπέστειλεν εἰς οἶκον πρὸς Θαυμασίαν ἕνα τινὰ τῶν ἀναγκαίων, ἀξιώσας διατηρῆσαι: πρὸς ὃν καὶ γράφει ταυτί:

"Ἀρκεσίλαος Θαυμασίᾳ χαίρειν.

18 [44] "Δέδωκα Διογένει διαθήκας ἐμαυτοῦ κομίσαι πρὸς σέ διὰ γὰρ τὸ πολλάκις ἀρρωστεῖν καὶ τὸ σῶμα ἀσθενῶς ἔχειν ἔδοξέ μοι διαθέσθαι, ἵν᾽ εἴ τι γένοιτο ἀλλοῖον, μήτι σὲ ἠδικηκὼς ἀπίω τὸν εἰς ἔμ᾽ ἐκτενῶς οὕτω πεφιλοτιμημένον. καὶ ἀξιοπιστότατος δ᾽ εἶ τῶν ἐνθάδε σύ μοι τηρῶν αὐτὰς διά τε τὴν ἡλικίαν καὶ τὴν πρὸς ἡμᾶς οἰκειότητα. πειρῶ οὖν, μεμνημένος διότι σοι πίστιν τὴν ἀναγκαιοτάτην παρακατατίθεμαι, δίκαιος ἡμῖν εἶναι,

ὅπως ὅσον ἐπὶ σοὶ τὰ κατ᾽ ἐμὲ εὐσχημόνως μοι διῳκημένα. κεῖνται δὲ Ἀθήνησιν αὗται παρά τισι τῶν γνωρίμων καὶ ἐν Ἐρετρίᾳ παρ᾽ Ἀμφικρίτῳ."

Ἐτελεύτησε δέ, ὥς φησιν Ἕρμιππος, ἄκρατον ἐμφορηθεὶς πολὺν καὶ παρακόφας, ἤδη γεγονὼς ἔτος πέμπτον καὶ ἑβδομηκοστόν, ἀποδεχθεὶς πρὸς Ἀθηναίων ὡς οὐδείς.

19 [45] Ἔστι καὶ εἰς τοῦτον ἡμῶν:

Ἀρκεσίλαε, τί μοι τόσον οἶνον ἄκρητον ἀφειδῶς ἔσπασας, ὥστε φρενῶν ἐκτὸς ὄλισθες ἑῶν;

οἰκτείρω σ᾽ οὐ τόσσον ἐπεὶ θάνες, ἀλλ᾽ ὅτι Μούσας ὕβρισας οὐ μετρίῃ χρησάμενος κύλικι.

Γεγόνασι δὲ καὶ ἄλλοι τρεῖς Ἀρκεσίλαοι: ποιητὴς ἀρχαίας κωμῳδίας, ἄλλος ἐλεγείας, ἕτερος ἀγαλματοποιός: εἰς ὃν καὶ Σιμωνίδης ἐποίησεν ἐπίγραμμα τουτί:

Ἀρτέμιδος τόδ᾽ ἄγαλμα, διηκόσιαι δ᾽ ἄρ᾽ μισθὸς δραχμαὶ ταὶ Πάριαι, τῶν ἐπίσημα τράγος.

ἀσκητὸς δ᾽ ἐποίησεν Ἀθηναίης παλάμῃσιν ἄξιος Ἀρκεσίλας υἱὸς Ἀριστοδίκου.

δὲ προειρημένος φιλόσοφος, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς, ἤκμαζε περὶ τὴν εἰκοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα.

1 28

2 29

3 30

4 31

5 32

6 33

7 34

8 καὶ νέον μη λησης vulg.: νόον casaubon: αἱμυλίοις wilam.: παίγνιον αἱμυλίως <inter alia> wachs.

9 35

10 36

11 37

12 38

13 39

14 40

15 41

16 42

17 43

18 44

19 45

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (R.D. Hicks, 1972)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: