previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κεφ. γ᾽. ΧΙΛΩΝ

1 [68] Χίλων Δαμαγήτου Λακεδαιμόνοις. οὗτος ἐποίησεν ἐλεγεῖα εἰς ἔπη διακόσια, καὶ ἔφασκε πρόνοιαν περὶ τοῦ μέλλοντος λογισμῷ καταληπτὴν εἶναι ἀνδρὸς ἀρετήν. πρός τε τὸν ἀδελφὸν δυσφοροῦντα ὅτι μὴ ἔφορος ἐγένετο, αὐτοῦ ὄντος, "ἐγὼ μὲν γὰρ ἐπίσταμαι," εἶπεν, "ἀδικεῖσθαι, σὺ δὲ οὔ." γέγονε δὲ ἔφορος κατὰ τὴν πεντηκοστὴν πέμπτην Ὀλυμπιάδα: Παμφίλη δέ φησι κατὰ τὴν ἕκτην. καὶ πρῶτον ἔφορον γενέσθαι ἐπὶ Εὐθυδήμου, ὥς φησι Σωσικράτης. καὶ πρῶ-

τος εἰσηγήσατο ἐφόρους τοῖς βασιλεῦσι παραζευγνύναι: Σάτυρος δὲ Λυκοῦργον.

Οὗτος, ὥς φησιν Ἡρόδοτος ἐν τῇ πρώτῃ, Ἱπποκράτει θυομένῳ ἐν Ὀλυμπίᾳ, τῶν λεβήτων αὐτομάτων ζεσάντων, συνεβούλευσεν μὴ γῆμαι, , εἰ ἔχοι γυναῖκα, ἐκπέμψαι καὶ παῖδας ἀπείπασθαι. 2 [69] φασὶ δ᾽ αὐτὸν καὶ Αἰσώπου 3πυθέσθαι, Ζεὺς τί εἴη ποιῶν: τὸν δὲ φάναι, "τὰ μὲν ὑψηλὰ ταπεινῶν, τὰ δὲ ταπεινὰ ὑψῶν." ἐρωτηθεὶς τίνι διαφέρουσιν οἱ πεπαιδευμένοι τῶν ἀπαιδεύτων, ἔφη, "ἐλπίσιν ἀγαθαῖς." τί δύσκολον, "τὸ τὰ ἀπόρρητα σιωπῆσαι, καὶ σχολὴν εὖ διαθέσθαι, καὶ ἀδικούμενον [δύνασθαι] φέρειν." προσέταττε δὲ καὶ ταῦτα: γλώττης κρατεῖν, καὶ μάλιστα ἐν συμποσίῳ. μὴ κακολογεῖν τοὺς πλησίον: εἰ δὲ μή, ἀκούσεσθαι ἐφ᾽ οἷς λυπήσεσθαι. 4 [70] μὴ ἀπειλεῖν μηδενί: γυναικῶδες γάρ. ταχύτερον ἐπὶ τὰς ἀτυχίας τῶν φίλων ἐπὶ τὰς εὐτυχίας πορεύεσθαι. γάμον εὐτελῆ ποιεῖσθαι. τὸν τεθνηκότα μὴ κακολογεῖν. γῆρας τιμᾶν. φυλάττειν ἑαυτόν. ζημίαν αἱρεῖσθαι μᾶλλον κέρδος αἰσχρόν: μὲν γὰρ ἅπαξ ἐλύπησε, τὸ δὲ διὰ παντός. ἀτυχοῦντι μὴ ἐπεγγελᾶν. ἰσχυρὸν ὄντα πρᾷον εἶναι, ὅπως οἱ πλησίον αἰδῶνται μᾶλλον φοβῶνται. μανθάνειν τῆς αὑτοῦ οἰκίας καλῶς προστατεῖν. τὴν γλῶτταν μὴ προτρέχειν τοῦ νοῦ. θυμοῦ κρατεῖν. μαντικὴν

μὴ ἐχθαίρειν. μὴ ἐπιθυμεῖν ἀδυνάτων. ἐν ὁδῷ μὴ σπεύδειν. λέγοντα μὴ κινεῖν τὴν χεῖρα: μανικὸν γάρ. νόμοις πείθεσθαι. ἠρεμίᾳ χρῆσθαι.

5 [71] Τῶν δὲ ᾀδομένων αὐτοῦ μάλιστα εὐδοκίμησεν ἐκεῖνο: "ἐν λιθίναις ἀκόναις χρυσὸς ἐξετάζεται, διδοὺς βάσανον φανεράν: ἐν δὲ χρυσῷ ἀνδρῶν ἀγαθῶν τε κακῶν τε νοῦς ἔδωκ᾽ ἔλεγχον." φασὶ δ᾽ αὐτόν ποτε γηραιὸν ἤδη ὄντα εἰπεῖν, ὡς οὐδὲν συνειδείη ἄνομον ἑαυτῷ ἐν τῷ βίῳ: διστάζειν δὲ περὶ ἑνός. κρίνων γάρ ποτε φίλῳ δίκην αὐτὸς μὲν κατὰ τὸν νόμον, τὸν δὲ φίλον πείσειεν ἀποδικάσαι αὐτοῦ, ἵνα ἀμφότερα καὶ τὸν νόμον καὶ τὸν φίλον τηρήσαι.

Ἐνδοξότατος δὲ μάλιστα παρὰ τοῖς Ἕλλησιν ἐγένετο προειπὼν περὶ Κυθήρων τῆς νήσου τῆς Λακωνικῆς. καταμαθὼν γὰρ τὴν φύσιν αὐτῆς, "εἴθε," ἔφη, "μὴ ἐγεγόνει, γενομένη κατεβυθίσθη." 6 [72] καὶ εὖ προὐνοήσατο. Δημάρατος μὲν γὰρ φυγὰς ὢν Λακεδαιμονίων Ξέρξῃ συνεβούλευσε τὰς ναῦς συνέχειν ἐν τῇ νήσῳ: κἂν ἑαλώκει Ἑλλάς, εἰ ἐπείσθη Ξέρξης. ὕστερόν τε Νικίας ἐπὶ τῶν Πελοποννησιακῶν καταστρεψάμενος τὴν νῆσον, φρουρὰν ἐγκατέστησεν Ἀθηναίων, καὶ πάμπολλα τοὺς Λακεδαιμονίους κακὰ διέθηκε.

Βραχυλόγος τε ἦν: ὅθεν καὶ Ἀρισταγόρας Μιλήσιος τοῦτον τὸν τρόπον Χιλώνειον καλεῖ. . . . Βράγχου δὲ εἶναι, ὃς τὸ ἱερὸν ἔκτισε τὸ ἐν Βραγχίδαις. ἦν δὲ γέρων περὶ τὴν πεντηκοστὴν δευτέραν Ὀλυμπιάδα, ὅτε Αἴσωπος λογοποιὸς

ἤκμαζεν. ἐτελεύτησε δ᾽, ὥς φησιν Ἕρμιππος, ἐν Πίσῃ, τὸν υἱὸν Ὀλυμπιονίκην ἀσπασάμενος πυγμῆς. ἔπαθε δὲ τοῦτο ὑπερβολῇ τε χαρᾶς καὶ ἀσθενείᾳ πολυετίας. καὶ αὐτὸν πάντες οἱ κατὰ τὴν πανήγυριν ἐντιμότατα παρέπεμψαν.

Ἔστι δὲ καὶ εἰς τοῦτον ἐπίγραμμα ἡμῶν:

7 [73] Φωσφόρε, σοί, Πολύδευκες, ἔχω χάριν, οὕνεκεν υἱὸς

Χίλωνος πυγμῇ χλωρὸν ἕλεν κότινον.

εἰ δ᾽ πατὴρ στεφανοῦχον ἰδὼν τέκνον ἤμυσεν ἡσθείς,

οὐ νεμεσητόν: ἐμοὶ τοῖος ἴτω θάνατος.

ἐπὶ δὲ τῆς εἰκόνος αὐτοῦ ἐπιγέγραπται τόδε:

τόνδε δοριστέφανος Σπάρτα Χίλων᾽ ἐφύτευσεν,

ὃς τῶν ἑπτὰ σοφῶν πρῶτος ἔφυ σοφίᾳ.

ἀπεφθέγξατο, "ἐγγύα, πάρα δ᾽ ἄτα." ἔστιν αὐτοῦ καὶ ἐπιστόλιον τόδε:

Χίλων Περιάνδρῳ

"Ἐπιστέλλεις ἐμὶν ἐκστρατείαν ἐπὶ ἐκδάμως, ὡς αὐτός κα ἐξέρποις: ἐγὼν δὲ δοκέω καὶ τὰ οἰκῇα σφαλερὰ ἦμεν ἀνδρὶ μονάρχῳ, καὶ τῆνον τυράννων εὐδαιμονίζω ὅστις κα οἴκοι ἐξ αὐτὸς αὑτῶ κατθάνῃ."

1 68

2 69

3 αὐτοῦ . . . Αἴσωπον reiske.

4 70

5 71

6 72

7 73

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (R.D. Hicks, 1972)
hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 613
  • Cross-references to this page (2):
    • A Dictionary of Greek and Roman Antiquities (1890), LUSTRA´TIO
    • A Dictionary of Greek and Roman Antiquities (1890), ORA´CULUM
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: