previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

85. τέλος δὲ νεκρῶν τε πολλῶν ἐπ᾽ ἀλλήλοις ἤδη κειμένων ἐν τῷ ποταμῷ καὶ διεφθαρμένου τοῦ στρατεύματος τοῦ μὲν κατὰ τὸν ποταμόν, τοῦ δὲ καί, εἴ τι διαφύγοι, ὑπὸ τῶν ἱππέων, Νικίας Γυλίππῳ ἑαυτὸν παραδίδωσι, πιστεύσας μᾶλλον αὐτῷ τοῖς Συρακοσίοις: καὶ ἑαυτῷ μὲν χρήσασθαι ἐκέλευεν ἐκεῖνόν τε καὶ Λακεδαιμονίους ὅτι βούλονται, τοὺς δὲ ἄλλους στρατιώτας παύσασθαι φονεύοντας. [2] καὶ Γύλιππος μετὰ τοῦτο ζωγρεῖν ἤδη ἐκέλευεν: καὶ τούς τε λοιποὺς ὅσους μὴ ἀπεκρύψαντοπολλοὶ δὲ οὗτοι ἐγένοντοξυνεκόμισαν ζῶντας, καὶ ἐπὶ τοὺς τριακοσίους, οἳ τὴν φυλακὴν διεξῆλθον τῆς νυκτός, πέμψαντες τοὺς διωξομένους ξυνέλαβον. [3] τὸ μὲν οὖν ἁθροισθὲν τοῦ στρατεύματος ἐς τὸ κοινὸν οὐ πολὺ ἐγένετο, τὸ δὲ διακλαπὲν πολύ, καὶ διεπλήσθη πᾶσα Σικελία αὐτῶν, ἅτε οὐκ ἀπὸ ξυμβάσεως ὥσπερ τῶν μετὰ Δημοσθένους ληφθέντων. [4] μέρος δέ τι οὐκ ὀλίγον καὶ ἀπέθανεν: πλεῖστος γὰρ δὴ φόνος οὗτος καὶ οὐδενὸς ἐλάσσων τῶν ἐν τῷ [Σικελικῷ] πολέμῳ τούτῳ ἐγένετο. καὶ ἐν ταῖς ἄλλαις προσβολαῖς ταῖς κατὰ τὴν πορείαν συχναῖς γενομέναις οὐκ ὀλίγοι ἐτεθνήκεσαν. πολλοὶ δὲ ὅμως καὶ διέφυγον, οἱ μὲν καὶ παραυτίκα, οἱ δὲ καὶ δουλεύσαντες καὶ διαδιδράσκοντες ὕστερον: τούτοις δ᾽ ἦν ἀναχώρησις ἐς Κατάνην.

load focus Notes (Charles F. Smith)
load focus Notes (E.C. Marchant)
load focus English (Benjamin Jowett, 1881)
load focus English (1910)
load focus English (Thomas Hobbes, 1843)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: