previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

57. καὶ ὡς ἐπῆλθεν ἑορτή, Ἱππίας μὲν ἔξω ἐν τῷ Κεραμεικῷ καλουμένῳ μετὰ τῶν δορυφόρων διεκόσμει ὡς ἕκαστα ἐχρῆν τῆς πομπῆς προϊέναι, δὲ Ἁρμόδιος καὶ Ἀριστογείτων ἔχοντες ἤδη τὰ ἐγχειρίδια ἐς τὸ ἔργον προῇσαν. [2] καὶ ὡς εἶδόν τινα τῶν ξυνωμοτῶν σφίσι διαλεγόμενον οἰκείως τῷ Ἱππίᾳἦν δὲ πᾶσιν εὐπρόσοδος Ἱππίας), ἔδεισαν καὶ ἐνόμισαν μεμηνῦσθαί τε καὶ ὅσον οὐκ ἤδη ξυλληφθήσεσθαι. [3] τὸν λυπήσαντα οὖν σφᾶς καὶ δι᾽ ὅνπερ πάντα ἐκινδύνευον ἐβούλοντο πρότερον, εἰ δύναιντο, προτιμωρήσασθαι, καὶ ὥσπερ εἶχον ὥρμησαν ἔσω τῶν πυλῶν, καὶ περιέτυχον τῷ Ἱππάρχῳ παρὰ τὸ Λεωκόρειον καλούμενον, καὶ εὐθὺς ἀπερισκέπτως προσπεσόντες καὶ ὡς ἂν μάλιστα δι᾽ ὀργῆς μὲν ἐρωτικῆς, δὲ ὑβρισμένος, ἔτυπτον καὶ ἀποκτείνουσιν αὐτόν. [4] καὶ μὲν τοὺς δορυφόρους τὸ αὐτίκα διαφεύγει Ἀριστογείτων, ξυνδραμόντος τοῦ ὄχλου, καὶ ὕστερον ληφθεὶς οὐ ῥᾳδίως διετέθη: Ἁρμόδιος δὲ αὐτοῦ παραχρῆμα ἀπόλλυται.

load focus Notes (Charles F. Smith)
load focus Notes (E.C. Marchant, 1909)
load focus English (Thomas Hobbes, 1843)
load focus English (Benjamin Jowett, 1881)
load focus English (1910)
hide References (26 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: