previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὧς φάτο: τὴν δὲ Θέτις τοίῳ προσελέξατο μύθῳ:
εἰ μὲν δὴ μαλεροῖο πυρὸς μένος ἠδὲ θύελλαι
835ζαχρηεῖς λήξουσιν ἐτήτυμον, τ᾽ ἂν ἔγωγε
θαρσαλέη φαίην, καὶ κύματος ἀντιόωντος
νῆα σαωσέμεναι, ζεφύρου λίγα κινυμένοιο.
ἀλλ᾽ ὥρη δολιχήν τε καὶ ἄσπετον οἶμον ὁδεύειν,
ὄφρα κασιγνήτας μετελεύσομαι, αἵ μοι ἀρωγοὶ
840ἔσσονται, καὶ νηὸς ὅθι πρυμνήσι᾽ ἀνῆπται,
ὥς κεν ὑπηῷοι μνησαίατο νόστον ἑλέσθαι.’
, καὶ ἀναΐξασα κατ᾽ αἰθέρος ἔμπεσε δίναις
κυανέου πόντοιο: κάλει δ᾽ ἐπαμυνέμεν ἄλλας
αὐτοκασιγνήτας Νηρηίδας: αἱ δ᾽ ἀίουσαι
845ἤντεον ἀλλήλῃσι: Θέτις δ᾽ ἀγόρευεν ἐφετμὰς
Ἥρης: αἶψα δ᾽ ἴαλλε μετ᾽ Αὐσονίην ἅλα πάσας.
αὐτὴ δ᾽ ὠκυτέρη ἀμαρύγματος ἠὲ βολάων
ἠελίου, ὅτ᾽ ἄνεισι περαίης ὑψόθι γαίης,
σεύατ᾽ ἴμεν λαιψηρὰ δι᾽ ὕδατος, ἔστ᾽ ἀφίκανεν
850ἀκτὴν Αἰαίην Τυρσηνίδος ἠπείροιο.
τοὺς δ᾽ εὗρεν παρὰ νηὶ σόλῳ ῥιπῇσί τ᾽ ὀιστῶν
τερπομένους: δ᾽ ἆσσον ὀρεξαμένη χερὸς ἄκρης
Αἰακίδεω Πηλῆος: γάρ ῥά οἱ ἦεν ἀκοίτης:
οὐδέ τις εἰσιδέειν δύνατ᾽ ἔμπεδον, ἀλλ᾽ ἄρα τῷγε
855οἴῳ ἐν ὀφθαλμοῖσιν ἐείσατο, φώνησέν τε:
μηκέτι νῦν ἀκταῖς Τυρσηνίσιν ἧσθε μένοντες,
ἠῶθεν δὲ θοῆς πρυμνήσια λύετε νηός,
Ἥρῃ πειθόμενοι ἐπαρηγόνι. τῆς γὰρ ἐφετμῇς
πασσυδίῃ κοῦραι Νηρηίδες ἀντιόωσιν,
860νῆα διὲκ πέτρας, αἵ τε Πλαγκταὶ καλέονται,
ῥυσόμεναι. κείνη γὰρ ἐναίσιμος ὔμμι κέλευθος.
ἀλλὰ σὺ μή τῳ ἐμὸν δείξῃς δέμας, εὖτ᾽ ἂν ἴδηαι
ἀντομένην σὺν τῇσι: νόῳ δ᾽ ἔχε, μή με χολώσῃς
πλεῖον ἔτ᾽, τὸ πάροιθεν ἀπηλεγέως ἐχόλωσας.’
865    , καὶ ἔπειτ᾽ ἀίδηλος ἐδύσατο βένθεα πόντου:
τὸν δ᾽ ἄχος αἰνὸν ἔτυψεν, ἐπεὶ πάρος οὐκέτ᾽ ἰοῦσαν
ἔδρακεν, ἐξότε πρῶτα λίπεν θάλαμόν τε καὶ εὐνὴν
χωσαμένη Ἀχιλῆος ἀγαυοῦ νηπιάχοντος.
μὲν γὰρ βροτέας αἰεὶ περὶ σάρκας ἔδαιεν
870νύκτα διὰ μέσσην φλογμῷ πυρός: ἤματα δ᾽ αὖτε
ἀμβροσίῃ χρίεσκε τέρεν δέμας, ὄφρα πέλοιτο
ἀθάνατος, καί οἱ στυγερὸν χροῒ γῆρας ἀλάλκοι.
αὐτὰρ ὅγ᾽ ἐξ εὐνῆς ἀνεπάλμενος εἰσενόησεν
παῖδα φίλον σπαίροντα διὰ φλογός: ἧκε δ᾽ ἀυτὴν
875σμερδαλέην ἐσιδών, μέγα νήπιος: δ᾽ ἀίουσα
τὸν μὲν ἄρ᾽ ἁρπάγδην χαμάδις βάλε κεκληγῶτα,
αὐτὴ δὲ πνοιῇ ἰκέλη δέμας, ἠύτ᾽ ὄνειρος,
βῆ ῥ᾽ ἴμεν ἐκ μεγάροιο θοῶς, καὶ ἐσήλατο πόντον
χωσαμένη: μετὰ δ᾽ οὔτι παλίσσυτος ἵκετ᾽ ὀπίσσω.
880τῶ μιν ἀμηχανίη δῆσεν φρένας: ἀλλὰ καὶ ἔμπης
πᾶσαν ἐφημοσύνην Θέτιδος μετέειπεν ἑταίροις.
οἱ δ᾽ ἄρα μεσσηγὺς λῆξαν καὶ ἔπαυσαν ἀέθλους
ἐσσυμένως, δόρπον τε χαμεύνας τ᾽ ἀμφεπένοντο,
τῇς ἔνι δαισάμενοι νύκτ᾽ ἄεσαν, ὡς τὸ πάροιθεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (1 total)
  • Commentary references to this page (1):
    • John Conington, Commentary on Vergil's Aeneid, Volume 1, 3.684-686
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: