previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


350    ἔνθα δ᾽ ἐπεὶ τὰ ἕκαστα νόῳ πεμπάσσατο κούρη,
δή ῥά μιν ὀξεῖαι κραδίην ἐλέλιξαν ἀνῖαι
νωλεμές: αἶψα δὲ νόσφιν Ἰήσονα μοῦνον ἑταίρων
ἐκπροκαλεσσαμένη ἄγεν ἄλλυδις, ὄφρ᾽ ἐλίασθεν
πολλὸν ἑκάς, στονόεντα δ᾽ ἐνωπαδὶς ἔκφατο μῦθον:
355    Αἰσονίδη, τίνα τήνδε συναρτύνασθε μενοινὴν
ἀμφ᾽ ἐμοί; ἦέ σε πάγχυ λαθιφροσύναις ἐνέηκαν
ἀγλαΐαι, τῶν δ᾽ οὔτι μετατρέπῃ, ὅσσ᾽ ἀγόρευες
χρειοῖ ἐνισχόμενος; ποῦ τοι Διὸς Ἱκεσίοιο
ὅρκια, ποῦ δὲ μελιχραὶ ὑποσχεσίαι βεβάασιν;
360ᾗς ἐγὼ οὐ κατὰ κόσμον ἀναιδήτῳ ἰότητι
πάτρην τε κλέα τε μεγάρων αὐτούς τε τοκῆας
νοσφισάμην, τά μοι ἦεν ὑπέρτατα: τηλόθι δ᾽ οἴη
λυγρῇσιν κατὰ πόντον ἅμ᾽ ἀλκυόνεσσι φορεῦμαι
σῶν ἕνεκεν καμάτων, ἵνα μοι σόος ἀμφί τε βουσὶν
365ἀμφί τε γηγενέεσσιν ἀναπλήσειας ἀέθλους.
ὕστατον αὖ καὶ κῶας, ἐπεί τ᾽ ἐπαϊστὸν ἐτύχθη,
εἷλες ἐμῇ ματίῃ: κατὰ δ᾽ οὐλοὸν αἶσχος ἔχευα
θηλυτέραις. τῶ φημὶ τεὴ κούρη τε δάμαρ τε
αὐτοκασιγνήτη τε μεθ᾽ Ἑλλάδα γαῖαν ἕπεσθαι.
370πάντῃ νυν πρόφρων ὑπερίστασο, μηδέ με μούνην
σεῖο λίπῃς ἀπάνευθεν, ἐποιχόμενος βασιλῆας.
ἀλλ᾽ αὔτως εἴρυσο: δίκη δέ τοι ἔμπεδος ἔστω
καὶ θέμις, ἣν ἄμφω συναρέσσαμεν: σύγ᾽ ἔπειτα
φασγάνῳ αὐτίκα τόνδε μέσον διὰ λαιμὸν ἀμῆσαι,
375ὄφρ᾽ ἐπίηρα φέρωμαι ἐοικότα μαργοσύνῃσιν.
σχετλίη, εἴ κεν δή με κασιγνήτοιο δικάσσῃ
ἔμμεναι οὗτος ἄναξ, τῷ ἐπίσχετε τάσδ᾽ ἀλεγεινὰς
ἄμφω συνθεσίας. πῶς ἵξομαι ὄμματα πατρός;
μάλ᾽ ἐυκλειής; τίνα δ᾽ οὐ τίσιν, ἠὲ βαρεῖαν
380ἄτην οὐ σμυγερῶς δεινῶν ὕπερ, οἷα ἔοργα,
ὀτλήσω; σὺ δέ κεν θυμηδέα νόστον ἕλοιο;
μὴ τόγε παμβασίλεια Διὸς τελέσειεν ἄκοιτις,
ἐπικυδιάεις. μνήσαιο δέ καί ποτ᾽ ἐμεῖο,
στρευγόμενος καμάτοισι: δέρος δέ τοι ἶσον ὀνείροις
385οἴχοιτ᾽ εἰς ἔρεβος μεταμώνιον. ἐκ δέ σε πάτρης
αὐτίκ᾽ ἐμαί σ᾽ ἐλάσειαν Ἐρινύες: οἷα καὶ αὐτὴ
σῇ πάθον ἀτροπίῃ. τὰ μὲν οὐ θέμις ἀκράαντα
ἐν γαίῃ πεσέειν. μάλα γὰρ μέγαν ἤλιτες ὅρκον,
νηλεές: ἀλλ᾽ οὔ θήν μοι ἐπιλλίζοντες ὀπίσσω
390δὴν ἔσσεσθ᾽ εὔκηλοι ἕκητί γε συνθεσιάων.’
ὧς φάτ᾽ ἀναζείουσα βαρὺν χόλον: ἵετο δ᾽ ἥγε
νῆα καταφλέξαι, διά τ᾽ ἔμπεδα πάντα κεάσσαι,
ἐν δὲ πεσεῖν αὐτὴ μαλερῷ πυρί. τοῖα δ᾽ Ἰήσων
μειλιχίοις ἐπέεσσιν ὑποδδείσας προσέειπεν:
395    ἴσχεο, δαιμονίη: τὰ μὲν ἁνδάνει οὐδ᾽ ἐμοὶ αὐτῷ.
ἀλλά τιν᾽ ἀμβολίην διζήμεθα δηιοτῆτος,
ὅσσον δυσμενέων ἀνδρῶν νέφος ἀμφιδέδηεν
εἵνεκα σεῦ. πάντες γάρ, ὅσοι χθόνα τήνδε νέμονται,
Ἀψύρτῳ μεμάαασιν ἀμυνέμεν, ὄφρα σε πατρί,
400οἷά τε ληισθεῖσαν, ὑπότροπον οἴκαδ᾽ ἄγοιντο.
αὐτοὶ δὲ στυγερῷ κεν ὀλοίμεθα πάντες ὀλέθρῳ,
μίξαντες δαῒ χεῖρας: τοι καὶ ῥίγιον ἄλγος
ἔσσεται, εἴ σε θανόντες ἕλωρ κείνοισι λίποιμεν.
ἥδε δὲ συνθεσίη κρανέει δόλον, μιν ἐς ἄτην
405βήσομεν. οὐδ᾽ ἂν ὁμῶς περιναιέται ἀντιόωσιν
Κόλχοις ἦρα φέροντες ὑπὲρ σέο νόσφιν ἄνακτος,
ὅς τοι ἀοσσητήρ τε κασίγνητός τε τέτυκται:
οὐδ᾽ ἂν ἐγὼ Κόλχοισιν ὑπείξω μὴ πολεμίζειν
ἀντιβίην, ὅτε μή με διὲξ εἰῶσι νέεσθαι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: