previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αὐτὴ νῦν κάματόν γε, θεά, καὶ δήνεα κούρης
Κολχίδος ἔννεπε, Μοῦσα, Διὸς τέκος. γὰρ ἔμοιγε
ἀμφασίῃ νόος ἔνδον ἑλίσσεται ὁρμαίνοντι,
ἔμεν ἄτης πῆμα δυσίμερον, τόγ᾽ ἐνίσπω
5φύζαν ἀεικελίην, κάλλιπεν ἔθνεα Κόλχων.
ἤτοι μὲν δήμοιο μετ᾽ ἀνδράσιν, ὅσσοι ἄριστοι,
παννύχιος δόλον αἰπὺν ἐπὶ σφίσι μητιάασκεν
οἷσιν ἐνὶ μεγάροις, στυγερῷ ἐπὶ θυμὸν ἀέθλῳ
Αἰήτης ἄμοτον κεχολωμένος: οὐδ᾽ ὅγε πάμπαν
10θυγατέρων τάδε νόσφιν ἑῶν τελέεσθαι ἐώλπει.
τῇ δ᾽ ἀλεγεινότατον κραδίῃ φόβον ἔμβαλεν Ἥρη:
τρέσσεν δ᾽, ἠύτε τις κούφη κεμάς, ἥν τε βαθείης
τάρφεσιν ἐν ξυλόχοιο κυνῶν ἐφόβησεν ὁμοκλή.
αὐτίκα γὰρ νημερτὲς ὀίσσατο, μή μιν ἀρωγὴν
15ληθέμεν, αἶψα δὲ πᾶσαν ἀναπλήσειν κακότητα.
τάρβει δ᾽ ἀμφιπόλους ἐπιίστορας: ἐν δέ οἱ ὄσσε
πλῆτο πυρός, δεινὸν δὲ περιβρομέεσκον ἀκουαί.
πυκνὰ δὲ λευκανίης ἐπεμάσσατο, πυκνὰ δὲ κουρὶξ
ἑλκομένη πλοκάμους γοερῇ βρυχήσατ᾽ ἀνίῃ.
20καί νύ κεν αὐτοῦ τῆμος ὑπὲρ μόρον ὤλετο κούρη,
φάρμακα πασσαμένη, Ἥρης δ᾽ ἁλίωσε μενοινάς,
εἰ μή μιν Φρίξοιο θεὰ σὺν παισὶ φέβεσθαι
ὦρσεν ἀτυζομένην: πτερόεις δέ οἱ ἐν φρεσὶ θυμὸς
ἰάνθη: μετὰ δ᾽ ἥγε παλίσσυτος ἀθρόα κόλπων
25φάρμακα πάντ᾽ ἄμυδις κατεχεύατο φωριαμοῖο.
κύσσε δ᾽ ἑόν τε λέχος καὶ δικλίδας ἀμφοτέρωθεν
σταθμούς, καὶ τοίχων ἐπαφήσατο, χερσί τε μακρὸν
ῥηξαμένη πλόκαμον, θαλάμῳ μνημήια μητρὶ
κάλλιπε παρθενίης, ἀδινῇ δ᾽ ὀλοφύρατο φωνῇ:
30    τόνδε τοι ἀντ᾽ ἐμέθεν ταναὸν πλόκον εἶμι λιποῦσα,
μῆτερ ἐμή: χαίροις δὲ καὶ ἄνδιχα πολλὸν ἰούσῃ:
χαίροις Χαλκιόπη, καὶ πᾶς δόμος. αἴθε σε πόντος,
ξεῖνε, διέρραισεν, πρὶν Κολχίδα γαῖαν ἱκέσθαι.’
ὧς ἄρ᾽ ἔφη: βλεφάρων δὲ κατ᾽ ἀθρόα δάκρυα χεῦεν.
35οἵη δ᾽ ἀφνειοῖο διειλυσθεῖσα δόμοιο
ληιάς, ἥν τε νέον πάτρης ἀπενόσφισεν αἶσα,
οὐδέ νύ πω μογεροῖο πεπείρηται καμάτοιο,
ἀλλ᾽ ἔτ᾽ ἀηθέσσουσα δύης καὶ δούλια ἔργα
εἶσιν ἀτυζομενη χαλεπὰς ὑπὸ χεῖρας ἀνάσσης:
40τοίη ἄρ᾽ ἱμερόεσσα δόμων ἐξέσσυτο κούρη.
τῇ δὲ καὶ αὐτόματοι θυρέων ἱπόειξαν ὀχῆες,
ὠκείαις ἄψορροι ἀναθρώσκοντες ἀοιδαῖς.
γυμνοῖσιν δὲ πόδεσσιν ἀνὰ στεινὰς θέεν οἴμους,
λαιῇ μὲν χερὶ πέπλον ἐπ᾽ ὀφρύσιν ἀμφὶ μέτωπα
45στειλαμένη καὶ καλὰ παρήια, δεξιτερῇ δὲ
ἄκρην ὑψόθι πέζαν ἀερτάζουσα χιτῶνος.
καρπαλίμως δ᾽ ἀίδηλον ἀνὰ στίβον ἔκτοθι πύργων
ἄστεος εὐρυχόροιο φόβῳ ἵκετ᾽: οὐδέ τις ἔγνω
τήνγε φυλακτήρων, λάθε δέ σφεας ὁρμηθεῖσα.
50ἔνθεν ἴμεν νηόνδε μάλ᾽ ἐφράσατ᾽: οὐ γὰρ ἄιδρις
ἦεν ὁδῶν, θαμὰ καὶ πρὶν ἀλωμένη ἀμφί τε νεκρούς,
ἀμφί τε δυσπαλέας ῥίζας χθονός, οἷα γυναῖκες
φαρμακίδες: τρομερῷ δ᾽ ὑπὸ δείματι πάλλετο θυμός.
τὴν δὲ νέον Τιτηνὶς ἀνερχομένη περάτηθεν
55φοιταλέην ἐσιδοῦσα θεὰ ἐπεχήρατο Μήνη
ἁρπαλέως, καὶ τοῖα μετὰ φρεσὶν ᾗσιν ἔειπεν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: