previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ῥα περιφραδέως, ἐπὶ δὲ σχεδὸν ᾔνεον ἄμφω.
οὐδ᾽ ἄρα Μηδείης θυμὸς τράπετ᾽ ἄλλα νοῆσαι,
μελπομένης περ ὅμως: πᾶσαι δέ οἱ, ἥντιν᾽ ἀθύροι
950μολπήν, οὐκ ἐπὶ δηρὸν ἐφήνδανεν ἑψιάασθαι.
ἀλλὰ μεταλλήγεσκεν ἀμήχανος, οὐδέ ποτ᾽ ὄσσε
ἀμφιπόλων μεθ᾽ ὅμιλον ἔχ᾽ ἀτρέμας: ἐς δὲ κελεύθους
τηλόσε παπταίνεσκε, παρακλίνουσα παρειάς.
θαμὰ δὴ στηθέων ἐάγη κέαρ, ὁππότε δοῦπον
955 ποδὸς ἀνέμοιο παραθρέξαντα δοάσσαι.
αὐτὰρ ὅγ᾽ οὐ μετὰ δηρὸν ἐελδομένῃ ἐφαάνθη
ὑψόσ᾽ ἀναθρώσκων τε Σείριος Ὠκεανοῖο,
ὃς δή τοι καλὸς μὲν ἀρίζηλός τ᾽ ἐσιδέσθαι
ἀντέλλει, μήλοισι δ᾽ ἐν ἄσπετον ἧκεν ὀιζύν:
960ὧς ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαι
Αἰσονίδης, κάματον δὲ δυσίμερον ὦρσε φαανθείς.
ἐκ δ᾽ ἄρα οἱ κραδίη στηθέων πέσεν, ὄμματα δ᾽ αὔτως
ἤχλυσαν: θερμὸν δὲ παρηίδας εἷλεν ἔρευθος.
γούνατα δ᾽ οὔτ᾽ ὀπίσω οὔτε προπάροιθεν ἀεῖραι
965ἔσθενεν, ἀλλ᾽ ὑπένερθε πάγη πόδας. αἱ δ᾽ ἄρα τείως
ἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν.
τὼ δ᾽ ἄνεῳ καὶ ἄναυδοι ἐφέστασαν ἀλλήλοισιν,
δρυσίν, μακρῇσιν ἐειδόμενοι ἐλάτῃσιν,
αἵ τε παρᾶσσον ἕκηλοι ἐν οὔρεσιν ἐρρίζωνται,
970νηνεμίῃ: μετὰ δ᾽ αὖτις ὑπὸ ῥιπῆς ἀνέμοιο
κινύμεναι ὁμάδησαν ἀπείριτον: ὧς ἄρα τώγε
μέλλον ἅλις φθέγξασθαι ὑπὸ πνοιῇσιν Ἔρωτος.
γνῶ δέ μιν Αἰσονίδης ἄτῃ ἐνιπεπτηυῖαν
θευμορίῃ, καὶ τοῖον ὑποσσαίνων φάτο μῦθον:
975    τίπτε με, παρθενική, τόσον ἅζεαι, οἶον ἐόντα;
οὔ τοι ἐγών, οἷοί τε δυσαυχέες ἄλλοι ἔασιν
ἀνέρες, οὐδ᾽ ὅτε περ πάτρῃ ἔνι ναιετάασκον,
ἦα πάρος. τῶ μή με λίην ὑπεραίδεο, κούρη,
τι παρεξερέεσθαι, τοι φίλον, ἠέ τι φάσθαι.
980ἀλλ᾽ ἐπεὶ ἀλλήλοισιν ἱκάνομεν εὐμενέοντες,
χώρῳ ἐν ἠγαθέῳ, ἵνα τ᾽ οὐ θέμις ἔστ᾽ ἀλιτέσθαι,
ἀμφαδίην ἀγόρευε καὶ εἴρεο: μηδέ με τερπνοῖς
φηλώσῃς ἐπέεσσιν, ἐπεὶ τὸ πρῶτον ὑπέστης
αὐτοκασιγνήτῃ μενοεικέα φάρμακα δώσειν.
985πρός σ᾽ αὐτῆς Ἑκάτης μειλίσσομαι ἠδὲ τοκήων
καὶ Διός, ὃς ξείνοις ἱκέτῃσί τε χεῖρ᾽ ὑπερίσχει:
ἀμφότερον δ᾽, ἱκέτης ξεῖνός τέ τοι ἐνθάδ᾽ ἱκάνω,
χρειοῖ ἀναγκαίῃ γουνούμενος. οὐ γὰρ ἄνευθεν
ὑμείων στονόεντος ὑπέρτερος ἔσσομ᾽ ἀέθλου.
990σοὶ δ᾽ ἂν ἐγὼ τίσαιμι χάριν μετόπισθεν ἀρωγῆς,
θέμις, ὡς ἐπέοικε διάνδιχα ναιετάοντας,
οὔνομα καὶ καλὸν τεύχων κλέος: ὧς δὲ καὶ ὧλλοι
ἥρωες κλῄσουσιν ἐς Ἑλλάδα νοστήσαντες
ἡρώων τ᾽ ἄλοχοι καὶ μητέρες, αἵ νύ που ἤδη
995ἡμέας ἠιόνεσσιν ἐφεζόμεναι γοάουσιν:
τάων ἀργαλέας κεν ἀποσκεδάσειας ἀνίας.
δή ποτε καὶ Θησῆα κακῶν ὑπελύσατ᾽ ἀέθλων
παρθενικὴ Μινωὶς ἐυφρονέουσ᾽ Ἀριάδνη,
ἥν ῥά τε Πασιφάη κούρη τέκεν Ἠελίοιο.
1000ἀλλ᾽ μὲν καὶ νηός, ἐπεὶ χόλον εὔνασε Μίνως,
σὺν τῷ ἐφεζομένη πάτρην λίπε: τὴν δὲ καὶ αὐτοὶ
ἀθάνατοι φίλαντο, μέσῳ δέ οἱ αἰθέρι τέκμαρ
ἀστερόεις στέφανος, τόν τε κλείουσ᾽ Ἀριάδνης,
πάννυχος οὐρανίοισιν ἑλίσσεται εἰδώλοισιν.
1005ὧς καὶ σοὶ θεόθεν χάρις ἔσσεται, εἴ κε σαώσῃς
τόσσον ἀριστήων ἀνδρῶν στόλον. γὰρ ἔοικας
ἐκ μορφῆς ἀγανῇσιν ἐπητείῃσι κεκάσθαι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: