previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὧς φάτο κυδαίνων: δ᾽ ἐγκλιδὸν ὄσσε βαλοῦσα
νεκτάρεον μείδησ᾽ ἐχύθη δέ οἱ ἔνδοθι θυμὸς
1010αἴνῳ ἀειρομένης, καὶ ἀνέδρακεν ὄμμασιν ἄντην:
οὐδ᾽ ἔχεν ὅττι πάροιθεν ἔπος προτιμυθήσαιτο,
ἀλλ᾽ ἄμυδις μενέαινεν ἀολλέα πάντ᾽ ἀγορεῦσαι.
προπρὸ δ᾽ ἀφειδήσασα θυώδεος ἔξελε μίτρης
φάρμακον: αὐτὰρ ὅγ᾽ αἶψα χεροῖν ὑπέδεκτο γεγηθώς.
1015καί νύ κέ οἱ καὶ πᾶσαν ἀπὸ στηθέων ἀρύσασα
ψυχὴν ἐγγυάλιξεν ἀγαιομένη χατέοντι:
τοῖος ἀπὸ ξανθοῖο καρήατος Αἰσονίδαο
στράπτεν Ἔρως ἡδεῖαν ἀπὸ φλόγα: τῆς δ᾽ ἀμαρυγὰς
ὀφθαλμῶν ἥρπαζεν: ἰαίνετο δὲ φρένας εἴσω
1020τηκομένη, οἷόν τε περὶ ῥοδέῃσιν ἐέρση
τήκεται ἠῴοισιν ἰαινομένη φαέεσσιν.
ἄμφω δ᾽ ἄλλοτε μέν τε κατ᾽ οὔδεος ὄμματ᾽ ἔρειδον
αἰδόμενοι, ὁτὲ δ᾽ αὖτις ἐπὶ σφίσι βάλλον ὀπωπάς,
ἱμερόεν φαιδρῇσιν ὑπ᾽ ὀφρύσι μειδιόωντες.
1025ὀψὲ δὲ δὴ τοίοισι μόλις προσπτύξατο κούρη:
φράζεο νῦν, ὥς κέν τοι ἐγὼ μητίσομ᾽ ἀρωγήν.
εὖτ᾽ ἂν δὴ μετιόντι πατὴρ ἐμὸς ἐγγυαλίξῃ
ἐξ ὄφιος γενύων ὀλοοὺς σπείρασθαι ὀδόντας,
δὴ τότε μέσσην νύκτα διαμμοιρηδὰ φυλάξας,
1030ἀκαμάτοιο ῥοῇσι λοεσσάμενος ποταμοῖο,
οἶος ἄνευθ᾽ ἄλλων ἐνὶ φάρεσι κυανέοισιν
βόθρον ὀρύξασθαι περιηγέα: τῷ δ᾽ ἔνι θῆλυν
ἀρνειὸν σφάζειν, καὶ ἀδαίετον ὠμοθετῆσαι,
αὐτῷ πυρκαϊὴν εὖ νηήσας ἐπὶ βόθρῳ.
1035μουνογενῆ δ᾽ Ἑκάτην Περσηίδα μειλίσσοιο,
λείβων ἐκ δέπαος σιμβλήια ἔργα μελισσέων.
ἔνθα δ᾽ ἐπεί κε θεὰν μεμνημένος ἱλάσσηαι,
ἂψ ἀπὸ πυρκαϊῆς ἀναχάζεο: μηδέ σε δοῦπος
ἠὲ ποδῶν ὄρσῃσι μεταστρεφθῆναι ὀπίσσω,
1040ἠὲ κυνῶν ὑλακή, μή πως τὰ ἕκαστα κολούσας
οὐδ᾽ αὐτὸς κατὰ κόσμον ἑοῖς ἑτάροισι πελάσσῃς.
ἦρι δὲ μυδήνας τόδε φάρμακον, ἠύτ᾽ ἀλοιφῇ
γυμνωθεὶς φαίδρυνε τεὸν δέμας: ἐν δέ οἱ ἀλκὴ
ἔσσετ᾽ ἀπειρεσίη μέγα τε σθένος, οὐδέ κε φαίης
1045ἀνδράσιν, ἀλλὰ θεοῖσιν ἰσαζέμεν ἀθανάτοισιν.
πρὸς δὲ καὶ αὐτῷ δουρὶ σάκος πεπαλαγμένον ἔστω
καὶ ξίφος. ἔνθ᾽ οὐκ ἄν σε διατμήξειαν ἀκωκαὶ
γηγενέων ἀνδρῶν, οὐδ᾽ ἄσχετος ἀίσσουσα
φλὸξ ὀλοῶν ταύρων. τοῖός γε μὲν οὐκ ἐπὶ δηρὸν
1050ἔσσεαι, ἀλλ᾽ αὐτῆμαρ: ὅμως σύγε μή ποτ᾽ ἀέθλου
χάζεο. καὶ δέ τοι ἄλλο παρὲξ ὑποθήσομ᾽ ὄνειαρ.
αὐτίκ᾽ ἐπὴν κρατεροὺς ζεύξῃς βόας, ὦκα δὲ πᾶσαν
χερσὶ καὶ ἠνορέῃ στυφελὴν διὰ νειὸν ἀρόσσῃς,
οἱ δ᾽ ἤδη κατὰ ὦλκας ἀνασταχύωσι Γίγαντες
1055σπειρομένων ὄφιος δνοφερὴν ἐπὶ βῶλον ὀδόντων,
αἴ κεν ὀρινομένους πολέας νειοῖο δοκεύσῃς,
λάθρῃ λᾶαν ἄφες στιβαρώτερον: οἱ δ᾽ ἂν ἐπ᾽ αὐτῷ,
καρχαλέοι κύνες ὥστε περὶ βρώμης, ὀλέκοιεν
ἀλλήλους: καὶ δ᾽ αὐτὸς ἐπείγεο δηιοτῆτος
1060ἰθῦσαι. τὸ δὲ κῶας ἐς Ἑλλάδα τοῖό γ᾽ ἕκητι
οἴσεαι ἐξ Αἴης τηλοῦ ποθί: νίσσεο δ᾽ ἔμπης,
φίλον, τοι ἕαδεν ἀφορμηθέντι νέεσθαι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: