previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


55    τῶνδέ τοι ὅν κ᾽ ἐθέλῃσθα, πάλου ἄτερ ἐγγυαλίξω
αὐτὸς ἑκών, ἵνα μή μοι ἀτέμβηαι μετόπισθεν.
ἀλλὰ βάλευ περὶ χειρί: δαεὶς δέ κεν ἄλλῳ ἐνίσποις,
ὅσσον ἐγὼ ῥινούς τε βοῶν περίειμι ταμέσθαι
ἀζαλέας, ἀνδρῶν τε παρηίδας αἵματι φύρσαι.’
60    ὧς ἔφατ᾽: αὐτὰρ ὅγ᾽ οὔτι παραβλήδην ἐρίδηνεν.
ἦκα δὲ μειδήσας, οἵ οἱ παρὰ ποσσὶν ἔκειντο,
τοὺς ἕλεν ἀπροφάτως: τοῦ δ᾽ ἀντίος ἤλυθε Κάστωρ
ἠδὲ Βιαντιάδης Ταλαὸς μέγας: ὦκα δ᾽ ἱμάντας
ἀμφέδεον, μάλα πολλὰ παρηγορέοντες ἐς ἀλκήν.
65τῷ δ᾽ αὖτ᾽ Ἄρητός τε καὶ Ὄρνυτος, οὐδέ τι ᾔδειν
νήπιοι ὕστατα κεῖνα κακῇ δήσαντες ἐν αἴσῃ.
οἱ δ᾽ ἐπεὶ οὖν ἱμᾶσι διασταδὸν ἠρτύναντο,
αὐτίκ᾽ ἀνασχόμενοι ῥεθέων προπάροιθε βαρείας
χεῖρας, ἐπ᾽ ἀλλήλοισι μένος φέρον ἀντιόωντες.
70ἔνθα δὲ Βεβρύκων μὲν ἄναξ, τε κῦμα θαλάσσης
τρηχὺ θοὴν ἐπὶ νῆα κορύσσεται, δ᾽ ὑπὸ τυτθὸν
ἰδρείῃ πυκινοῖο κυβερνητῆρος ἀλύσκει,
ἱεμένου φορέεσθαι ἔσω τοίχοιο κλύδωνος,
ὧς ὅγε Τυνδαρίδην φοβέων ἕπετ᾽, οὐδέ μιν εἴα
75δηθύνειν. δ᾽ ἄρ᾽ αἰὲν ἀνούτατος ἣν διὰ μῆτιν
ἀίσσοντ᾽ ἀλέεινεν: ἀπηνέα δ᾽ αἶψα νοήσας
πυγμαχίην, κάρτος ἀάατος, τε χερείων,
στῆ ῤ̔ ἄμοτον καὶ χερσὶν ἐναντία χεῖρας ἔμιξεν.
ὡς δ᾽ ὅτε νήια δοῦρα θοοῖς ἀντίξοα γόμφοις
80ἀνέρες ὑληουργοὶ ἐπιβλήδην ἐλάοντες
θείνωσι σφύρῃσιν, ἐπ᾽ ἄλλῳ δ᾽ ἄλλος ἄηται
δοῦπος ἄδην: ὧς τοῖσι παρήιά τ᾽ ἀμφοτέρωθεν
καὶ γένυες κτύπεον: βρυχὴ δ᾽ ὑπετέλλετ᾽ ὀδόντων
ἄσπετος, οὐδ᾽ ἔλληξαν ἐπισταδὸν οὐτάζοντες,
85ἔστε περ οὐλοὸν ἆσθμα καὶ ἀμφοτέρους ἐδάμασσεν.
στάντε δὲ βαιὸν ἄπωθεν ἀπωμόρξαντο μετώπων
ἱδρῶ ἅλις, καματηρὸν ἀυτμένα φυσιόωντε.
ἂψ δ᾽ αὖτις συνόρουσαν ἐναντίοι, ἠύτε ταύρω
φορβάδος ἀμφὶ βοὸς κεκοτηότε δηριάασθον.
90ἔνθα δ᾽ ἔπειτ᾽ Ἄμυκος μὲν ἐπ᾽ ἀκροτάτοισιν ἀερθείς,
βουτύπος οἷα, πόδεσσι τανύσσατο, κὰδ δὲ βαρεῖαν
χεῖρ᾽ ἐπὶ οἷ πελέμιξεν: δ᾽ ἀίξαντος ὑπέστη,
κρᾶτα παρακλίνας, ὤμῳ δ᾽ ἀνεδέξατο πῆχυν
τυτθόν: δ᾽ ἄγχ᾽ αὐτοῖο παρὲκ γόνυ γουνὸς ἀμσίβων
95κόψε μεταΐγδην ὑπὲρ οὔατος, ὀστέα δ᾽ εἴσω
ῥῆξεν: δ᾽ ἀμφ᾽ ὀδύνῃ γνὺξ ἤριπεν: οἱ δ᾽ ἰάχησαν
ἥρωες Μινύαι: τοῦ δ᾽ ἀθρόος ἔκχυτο θυμός.
οὐδ᾽ ἄρα Βέβρυκες ἄνδρες ἀφείδησαν βασιλῆος:
ἀλλ᾽ ἄμυδις κορύνας ἀζηχέας ἠδὲ σιγύννους
100ἰθὺς ἀνασχόμενοι Πολυδεύκεος ἀντιάασκον.
τοῦ δὲ πάρος κολεῶν εὐήκεα φάσγαν᾽ ἑταῖροι
ἔσταν ἐρυσσάμενοι. πρῶτός γε μὲν ἀνέρα Κάστωρ
ἤλασ᾽ ἐπεσσύμενον κεφαλῆς ὕπερ: δ᾽ ἑκάτερθεν
ἔνθα καὶ ἔνθ᾽ ὤμοισιν ἐπ᾽ ἀμφοτέροις ἐκεάσθη.
105αὐτὸς δ᾽ Ἰτυμονῆα πελώριον ἠδὲ Μίμαντα,
τὸν μὲν ὑπὸ στέρνοιο θοῷ ποδὶ λὰξ ἐπορούσας
πλῆξε, καὶ ἐν κονίῃσι βάλεν: τοῦ δ᾽ ἆσσον ἰόντος
δεξιτερῇ σκαιῆς ὑπὲρ ὀφρύος ἤλασε χειρί,
δρύψε δέ οἱ βλέφαρον, γυμνὴ δ᾽ ὑπελείπετ᾽ ὀπωπή.
110Ὠρεΐδης δ᾽ Ἀμύκοιο βίην ὑπέροπλος ὀπάων
οὖτα Βιαντιάδαο κατὰ λαπάρην Ταλαοῖο,
ἀλλά μιν οὐ κατέπεφνεν, ὅσον δ᾽ ἐπὶ δέρματι μοῦνον
νηδυίων ἄψαυστος ὑπὸ ζώνην θόρε χαλκός.
αὔτως δ᾽ Ἄρητος μενεδήιον Εὐρύτου υἷα
115Ἴφιτον ἀζαλέῃ κορύνῃ στυφέλιξεν ἐλάσσας,
οὔπω κηρὶ κακῇ πεπρωμένον: τάχ᾽ ἔμελλεν
αὐτὸς δῃώσεσθαι ὑπὸ ξίφεϊ Κλυτίοιο.
καὶ τότ᾽ ἄρ᾽ Λ̓γκαῖος Λυκοόργοιο θρασὺς υἱὸς
αἶψα μάλ᾽ ἀντεταγὼν πέλεκυν μέγαν ἠδὲ κελαινὸν
120ἄρκτου προσχόμενος σκαιῇ δέρος ἔνθορε μέσσῳ
ἐμμεμαὼς Βέβρυξιν: ὁμοῦ δέ οἱ ἐσσεύοντο
Αἰακίδαι, σὺν δέ σφιν ἀρήιος ὤρνυτ᾽ Ἰήσων.
ὡς δ᾽ ὅτ᾽ ἐνὶ σταθμοῖσιν ἀπείρονα μῆλ᾽ ἐφόβησαν
ἤματι χειμερίῳ πολιοὶ λύκοι ὁρμηθέντες
125λάθρῃ ἐυρρίνων τε κυνῶν αὐτῶν τε νομήων,
μαίονται δ᾽ τι πρῶτον ἐπαΐξαντες ἕλωσιν,
πόλλ᾽ ἐπιπαμφαλόωντες ὁμοῦ: τὰ δὲ πάντοθεν αὔτως
στείνονται πίπτοντα περὶ σφίσιν: ὧς ἄρα τοίγε
λευγαλέως Βέβρυκας ὑπερφιάλους ἐφόβησαν.
130ὡς δὲ μελισσάων σμῆνος μέγα μηλοβοτῆρες
ἠὲ μελισσοκόμοι πέτρῃ ἔνι καπνιόωσιν,
αἱ δ᾽ ἤτοι τείως μὲν ἀολλέες ἐνὶ σίμβλῳ
βομβηδὸν κλονέονται, ἐπιπρὸ δὲ λιγνυόεντι
καπνῷ τυφόμεναι πέτρης ἑκὰς ἀίσσουσιν:
135ὧς οἵγ᾽ οὐκέτι δὴν μένον ἔμπεδον, ἀλλ᾽ ἐκέδασθεν
εἴσω Βεβρυκίης, Ἀμύκου μόρον ἀγγελέοντες:
νήπιοι, οὐδ᾽ ἐνόησαν δή σφισιν ἐγγύθεν ἄλλο
πῆμ᾽ ἀίδηλον ἔην. πέρθοντο γὰρ ἠμὲν ἀλωαὶ
ἠδ᾽ οἶαι τῆμος δῄῳ ὑπὸ δουρὶ Λύκοιο
140καὶ Μαριανδυνῶν ἀνδρῶν, ἀπεόντος ἄνακτος.
αἰεὶ γὰρ μάρναντο σιδηροφόρου περὶ γαίης.
οἱ δ᾽ ἤδη σταθμούς τε καὶ αὔλια δηιάασκον:
ἤδη δ᾽ ἄσπετα μῆλα περιτροπάδην ἐτάμοντο
ἥρωες, καὶ δή τις ἔπος μετὰ τοῖσιν ἔειπεν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: