previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ τὰ μὲν ὧς ὑδέονται: ἀριστῆες δὲ καταῦθι
μίμνον ἐρυκόμενοι: ξεινήια δ᾽ ἄσπετα Θυνοὶ
530πᾶν ἦμαρ Φινῆι χαριζόμενοι προΐαλλον.
ἐκ δὲ τόθεν μακάρεσσι δυώδεκα δωμήσαντες
βωμὸν ἁλὸς ῥηγμῖνι πέρην καὶ ἐφ᾽ ἱερὰ θέντες,
νῆα θοὴν εἴσβαινον ἐρεσσέμεν, οὐδὲ πελείης
τρήρωνος λήθοντο μετὰ σφίσιν: ἀλλ᾽ ἄρα τήνγε
535δείματι πεπτηυῖαν ἑῇ φέρε χειρὶ μεμαρπὼς
Εὔφημος, γαίης δ᾽ ἀπὸ διπλόα πείσματ᾽ ἔλυσαν.
οὐδ᾽ ἄρ᾽ Ἀθηναίην προτέρω λάθον ὁρμηθέντες:
αὐτίκα δ᾽ ἐσσυμένως νεφέλης ἐπιβᾶσα πόδεσσιν
κούφης, κε φέροι μιν ἄφαρ βριαρήν περ ἐοῦσαν,
540σεύατ᾽ ἴμεν πόντονδε, φίλα φρονέουσ᾽ ἐρέτῃσιν.
ὡς δ᾽ ὅτε τις πάτρηθεν ἀλώμενος, οἷά τε πολλὰ
πλαζόμεθ᾽ ἄνθρωποι τετληότες, οὐδέ τις αἶα
τηλουρός, πᾶσαι δὲ κατόψιοί εἰσι κέλευθοι,
σφωιτέρους δ᾽ ἐνόησε δόμους, ἄμυδις δὲ κέλευθος
545ὑγρή τε τραφερή τ᾽ ἰνδάλλεται, ἄλλοτε δ᾽ ἄλλῃ
ὀξέα πορφύρων ἐπιμαίεται ὀφθαλμοῖσιν:
ὧς ἄρα καρπαλίμως κούρη Διὸς ἀίξασα
θῆκεν ἐπ᾽ ἀξείνοιο πόδας Θυνηίδος ἀκτῆς.
οἱ δ᾽ ὅτε δὴ σκολιοῖο πόρου στεινωπὸν ἵκοντο
550τρηχείῃς σπιλάδεσσιν ἐεργμένον ἀμφοτέρωθεν,
δινήεις δ᾽ ὑπένερθεν ἀνακλύζεσκεν ἰοῦσαν
νῆα ῥόος, πολλὸν δὲ φόβῳ προτέρωσε νέοντο,
ἤδη δέ σφισι δοῦπος ἀρασσομένων πετράων
νωλεμὲς οὔατ᾽ ἔβαλλε, βόων δ᾽ ἁλιμυρέες ἀκταί,
555δὴ τότ᾽ ἔπειθ᾽ μὲν ὦρτο πελειάδα χειρὶ μεμαρπὼς
Εὔφημος πρῴρης ἐπιβήμεναι: οἱ δ᾽ ὑπ᾽ ἀνωγῇ
Τίφυος Ἁγνιάδαο θελήμονα ποιήσαντο
εἰρεσίην, ἵν᾽ ἔπειτα διὲκ πέτρας ἐλάσειαν,
κάρτεϊ πίσυνοι. τὰς δ᾽ αὐτίκα λοίσθιον ἄλλων
560οἰγομένας ἀγκῶνα περιγνάμψαντες ἴδοντο.
σὺν δέ σφιν χύτο θυμός: δ᾽ ἀίξαι πτερύγεσσιν
Εὔφημος προέηκε πελειάδα: τοὶ δ᾽ ἅμα πάντες
ἤειραν κεφαλὰς ἐσορώμενοι: δὲ δι᾽ αὐτῶν
ἔπτατο: ταὶ δ᾽ ἄμυδις πάλιν ἀντίαι ἀλλήλῃσιν
565ἄμφω ὁμοῦ ξυνιοῦσαι ἐπέκτυπον. ὦρτο δὲ πολλὴ
ἅλμη ἀναβρασθεῖσα, νέφος ὥς: αὖε δὲ πόντος
σμερδαλέον: πάντῃ δὲ περὶ μέγας ἔβρεμεν αἰθήρ.
κοῖλαι δὲ σπήλυγγες ὑπὸ σπιλάδας τρηχείας
κλυζούσης ἁλὸς ἔνδον ἐβόμβεον: ὑψόθι δ᾽ ὄχθης
570λευκὴ καχλάζοντος ἀνέπτυε κύματος ἄχνη.
νῆα δ᾽ ἔπειτα πέριξ εἴλει ῥόος. ἄκρα δ᾽ ἔκοψαν
οὐραῖα πτερὰ ταίγε πελειάδος: δ᾽ ἀπόρουσεν
ἀσκηθής. ἐρέται δὲ μέγ᾽ ἴαχον: ἔβραχε δ᾽ αὐτὸς
Τῖφυς ἐρεσσέμεναι κρατερῶς. οἴγοντο γὰρ αὖτις
575ἄνδιχα. τοὺς δ᾽ ἐλάοντας ἔχεν τρόμος, ὄφρα μιν αὐτὴ
πλημμυρὶς παλίνορσος ἀνερχομένη κατένεικεν
εἴσω πετράων. τότε δ᾽ αἰνότατον δέος εἷλεν
πάντας: ὑπὲρ κεφαλῆς γὰρ ἀμήχανος ἦεν ὄλεθρος.
ἤδη δ᾽ ἔνθα καὶ ἔνθα διὰ πλατὺς εἴδετο Πόντος,
580καί σφισιν ἀπροφάτως ἀνέδυ μέγα κῦμα πάροιθεν
κυρτόν, ἀποτμῆγι σκοπιῇ ἴσον: οἱ δ᾽ ἐσιδόντες
ἤμυσαν λοξοῖσι καρήασιν. εἴσατο γάρ ῥα
νηὸς ὑπὲρ πάσης κατεπάλμενον ἀμφικαλύψειν.
ἀλλά μιν ἔφθη Τῖφυς ὑπ᾽ εἰρεσίῃ βαρύθουσαν
585ἀγχαλάσας: τὸ δὲ πολλὸν ὑπὸ τρόπιν ἐξεκυλίσθη,
ἐκ δ᾽ αὐτὴν πρύμνηθεν ἀνείρυσε τηλόθι νῆα
πετράων: ὑψοῦ δὲ μεταχρονίη πεφόρητο.
Εὔφημος δ᾽ ἀνὰ πάντας ἰὼν βοάασκεν ἑταίρους,
ἐμβαλέειν κώπῃσιν ὅσον σθένος: οἱ δ᾽ ἀλαλητῷ
590κόπτον ὕδωρ. ὅσσον δ᾽ ἂν ὑπείκαθε νηῦς ἐρέτῃσιν,
δὶς τόσον ἂψ ἀπόρουσεν: ἐπεγνάμπτοντο δὲ κῶπαι
ἠύτε καμπύλα τόξα, βιαζομένων ἡρώων.
ἔνθεν δ᾽ αὐτίκ᾽ ἔπειτα κατηρεφὲς ἔσσυτο κῦμα,
δ᾽ ἄφαρ ὥστε κύλινδρος ἐπέτρεχε κύματι λάβρῳ
595προπροκαταΐγδην κοίλης ἁλός. ἐν δ᾽ ἄρα μέσσαις
Πληγάσι δινήεις εἶχεν ῥόος: αἱ δ᾽ ἑκάτερθεν
σειόμεναι βρόμεον: πεπέδητο δὲ νήια δοῦρα.
καὶ τότ᾽ Ἀθηναίη στιβαρῆς ἀντέσπασε πέτρης
σκαιῇ, δεξιτερῇ δὲ διαμπερὲς ὦσε φέρεσθαι.
600 δ᾽ ἰκέλη πτερόεντι μετήορος ἔσσυτ᾽ ὀιστῷ.
ἔμπης δ᾽ ἀφλάστοιο παρέθρισαν ἄκρα κόρυμβα
νωλεμὲς ἐμπλήξασαι ἐναντίαι. αὐτὰρ Ἀθήνη
Οὔλυμπόνδ᾽ ἀνόρουσεν, ὅτ᾽ ἀσκηθεῖς ὑπάλυξαν.
πέτραι δ᾽ εἰς ἕνα χῶρον ἐπισχεδὸν ἀλλήλῃσιν
605νωλεμὲς ἐρρίζωθεν, δὴ καὶ μόρσιμον ἦεν
ἐκ μακάρων, εὖτ᾽ ἄν τις ἰδὼν διὰ νηὶ περήσῃ.
οἱ δέ που ὀκρυόεντος ἀνέπνεον ἄρτι φόβοιο
ἠέρα παπταίνοντες ὁμοῦ πέλαγός τε θαλάσσης
τῆλ᾽ ἀναπεπτάμενον. δὴ γὰρ φάσαν ἐξ Ἀίδαο
610σώεσθαι: Τῖφυς δὲ παροίτατος ἤρχετο μύθων:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: