previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὼ μὲν ἔπειθ᾽ ὅρκοισιν ἀλαλκέμεναι μενέαινον.
αἶψα δὲ κουρότεροι πεπονήατο δαῖτα γέροντι,
λοίσθιον Ἁρπυίῃσιν ἑλώριον: ἐγγύθι δ᾽ ἄμφω
265στῆσαν, ἵνα ξιφέεσσιν ἐπεσσυμένας ἐλάσειαν.
καὶ δὴ τὰ πρώτισθ᾽ γέρων ἔψαυεν ἐδωδῆς:
αἱ δ᾽ ἄφαρ ἠύτ᾽ ἄελλαι ἀδευκέες, στεροπαὶ ὥς,
ἀπρόφατοι νεφέων ἐξάλμεναι ἐσσεύοντο
κλαγγῇ μαιμώωσαι ἐδητύος: οἱ δ᾽ ἐσιδόντες
270ἥρωες μεσσηγὺς ἀνίαχον: αἱ δ᾽ ἅμ᾽ ἀυτῇ
πάντα καταβρόξασαι ὑπὲρ πόντοιο φέροντο
τῆλε παρέξ: ὀδμὴ δὲ δυσάσχετος αὖθι λέλειπτο.
τάων δ᾽ αὖ κατόπισθε δύω υἷες Βορέαο
φάσγαν᾽ ἐπισχόμενοι ὀπίσω θέον. ἐν γὰρ ἕηκεν
275Ζεὺς μένος ἀκάματόν σφιν: ἀτὰρ Διὸς οὔ κεν ἑπέσθην
νόσφιν, ἐπεὶ ζεφύροιο παραΐσσεσκον ἀέλλας
αἰέν. ὅτ᾽ ἐς Φινῆα καὶ ἐκ Φινῆος ἴοιεν.
ὡς δ᾽ ὅτ᾽ ἐνὶ κνημοῖσι κύνες δεδαημένοι ἄγρη;
αἶγας κεραοὺς ἠὲ πρόκας ἰχνεύοντες
280θείωσιν, τυτθὸν δὲ τιταινόμενοι μετόπισθεν
ἄκρῃς ἐν γενύεσσι μάτην ἀράβησαν ὀδόντας:
ὧς Ζήτης Κάλαΐς τε μάλα σχεδὸν ἀίσσοντες
τάων ἀκροτάτῃσιν ἐπέχραον ἤλιθα χερσίν.
καί νύ κε δή σφ᾽ ἀέκητι θεῶν διεδηλήσαντο
285πολλὸν ἑκὰς νήσοισιν ἔπι Πλωτῇσι κιχόντες,
εἰ μὴ ἄρ᾽ ὠκέα ῀Ἰρις ἴδεν, κατὰ δ᾽ αἰθέρος ἆλτο
οὐρανόθεν, καὶ τοῖα παραιφαμένη κατέρυκεν:
οὐ θέμις, υἱεῖς Βορέω, ξιφέεσσιν ἐλάσσαι
Ἁρπυίας, μεγάλοιο Διὸς κύνας: ὅρκια δ᾽ αὐτὴ
290δώσω ἐγών, ὡς οὔ οἱ ἔτι χρίμψουσιν ἰοῦσαι.’
ὧς φαμένη λοιβὴν Στυγὸς ὤμοσεν, τε θεοῖσιν
ῥιγίστη πάντεσσιν ὀπιδνοτάτη τε τέτυκται,
μὴ μὲν Ἀγηνορίδαο δόμοις ἔτι τάσδε πελάσσαι
εἰσαῦτις Φινῆος, ἐπεὶ καὶ μόρσιμον ἦεν.
295οἱ δ᾽ ὅρκῳ εἴξαντες ὑπέστρεφον ἂψ ἐπὶ νῆα
σώεσθαι. Στροφάδας δὲ μετακλείουσ᾽ ἄνθρωποι
νήσους τοῖό γ᾽ ἕκητι, πάρος Πλωτὰς καλέοντες.
Ἄρπυιαί τ᾽ ῀Ἰρίς τε διέτμαγεν. αἱ μὲν ἔδυσαν
κευθμῶνα Κρήτης Μινωίδος: δ᾽ ἀνόρουσεν
300Οὔλυμπόνδε, θοῇσι μεταχρονίη πτερύγεσσιν.
τόφρα δ᾽ ἀριστῆες πινόεν περὶ δέρμα γέροντος
πάντῃ φοιβήσαντες ἐπικριδὸν ἱρεύσαντο
μῆλα, τά τ᾽ ἐξ Ἀμύκοιο λεηλασίης ἐκόμισσαν.
αὐτὰρ ἐπεὶ μέγα δόρπον ἐνὶ μεγάροισιν ἔθεντο,
305δαίνυνθ᾽ ἑζόμενοι: σὺν δέ σφισι δαίνυτο Φινεὺς
ἁρπαλέως, οἷόν τ᾽ ἐν ὀνείρασι θυμὸν ἰαίνων.
ἔνθα δ᾽, ἐπεὶ δόρποιο κορέσσαντ᾽ ἠδὲ ποτῆτος,
παννύχιοι Βορέω μένον υἱέας ἐγρήσσοντες.
αὐτὸς δ᾽ ἐν μέσσοισι παρ᾽ ἐσχάρῃ ἧστο γεραιὸς
310πείρατα ναυτιλίης ἐνέπων ἄνυσίν τε κελεύθου:
κλῦτέ νυν. οὐ μὲν πάντα πέλει θέμις ὔμμι δαῆναι
ἀτρεκές: ὅσσα δ᾽ ὄρωρε θεοῖς φίλον, οὐκ ἐπικεύσω.
ἀασάμην καὶ πρόσθε Διὸς νόον ἀφραδίῃσιν
χρείων ἑξείης τε καὶ ἐς τέλος. ὧδε γὰρ αὐτὸς
315βούλεται ἀνθρώποις ἐπιδευέα θέσφατα φαίνειν
μαντοσύνης, ἵνα καί τι θεῶν χατέωσι νόοιο. ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: