previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀντόμεθα πρὸς Ζηνὸς Ἐποψίου, οἵτινές ἐστε
ἀνδρῶν, εὐμενέειν τε καὶ ἀρκέσσαι χατέουσιν.
1125πόντῳ γὰρ τρηχεῖαι ἐπιβρίσασαι ἄελλαι
νηὸς ἀεικελίης διὰ δούρατα πάντ᾽ ἐκέδασσαν,
ἔνι πείρομεν οἶμον ἐπὶ χρέος ἐμβεβαῶτες.
τούνεκα νῦν ὑμέας γουναζόμεθ᾽, αἴ κε πίθησθε,
δοῦναι ὅσον τ᾽ εἴλυμα περὶ χροός, ἠδὲ κομίσσαι
1130ἀνέρας οἰκτείραντας ὁμήλικας ἐν κακότητι.
ἀλλ᾽ ἱκέτας ξείνους Διὸς εἵνεκεν αἰδέσσασθε
ξεινίου Ἱκεσίου τε: Διὸς δ᾽ ἄμφω ἱκέται τε
καὶ ξεῖνοι: δέ που καὶ ἐπόψιος ἄμμι τέτυκται.’
τὸν δ᾽ αὖτ᾽ Αἴσονος υἱὸς ἐπιφραδέως ἐρέεινεν,
1135μαντοσύνας Φινῆος ὀισσάμενος τελέεσθαι:
ταῦτα μὲν αὐτίκα πάντα παρέξομεν εὐμενέοντες.
ἀλλ᾽ ἄγε μοι κατάλεξον ἐτήτυμον, ὁππόθι γαίης
ναίετε, καὶ χρέος οἷον ὑπεὶρ ἅλα νεῖσθαι ἀνώγει,
αὐτῶν θ᾽ ὑμείων ὄνομα κλυτόν, ἠδὲ γενέθλην.’
1140    τὸν δ᾽ Ἄργος προσέειπεν ἀμηχανέων κακότητι:
Αἰολίδην Φρίξον τιν᾽ ἀφ᾽ Ἑλλάδος Αἶαν ἱκέσθαι
ἀτρεκέως δοκέω που ἀκούετε καὶ πάρος αὐτοί,
Φρίξον, ὅτις πτολίεθρον ἀνήλυθεν Αἰήταο,
κριοῦ ἐπεμβεβαώς, τόν ῥα χρύσειον ἔθηκεν
1145Ἑρμείας: κῶας δὲ καὶ εἰσέτι νῦν κεν ἴδοισθε.
τὸν μὲν ἔπειτ᾽ ἔρρεξεν ἑῇς ὑποθημοσύνῃσιν
Φυξίῳ ἐκ πάντων Κρονίδῃ Διί. καί μιν ἔδεκτο
Αἰήτης μεγάρῳ, κούρην τέ οἱ ἐγγυάλιξεν
Χαλκιόπην ἀνάεδνον ἐυφροσύνῃσι νόοιο.
1150τῶν ἐξ ἀμφοτέρων εἰμὲν γένος. ἀλλ᾽ μὲν ἤδη
γηραιὸς θάνε Φρίξος ἐν Λἰήταο δόμοισιν:
ἡμεῖς δ᾽ αὐτίκα πατρὸς ἐφετμάων ἀλέγοντες
νεύμεθ᾽ ἐς Ὀρχομενὸν κτεάνων Ἀθάμαντος ἕκητι.
εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις δεδαῆσθαι,
1155τῷδε Κυτίσσωρος πέλει οὔνομα, τῷ δέ τε Φρόντις,
τῷ δὲ Μέλας: ἐμὲ δ᾽ αὐτὸν ἐπικλείοιτέ κεν Ἄργον.’
ὧς φάτ᾽: ἀριστῆες δὲ συνηβολίῃ κεχάροντο,
καί σφεας ἀμφίεπον περιθαμβέες. αὐτὰρ Ἰήσων
ἐξαῦτις κατὰ μοῖραν ἀμείψατο τοῖσδ᾽ ἐπέεσσιν:
1160     ἄρα δὴ γνωτοὶ πατρώιοι ἄμμιν ἐόντες
λίσσεσθ᾽ εὐμενέοντας ἐπαρκέσσαι κακότητα.
Κρηθεὺς γάρ ῥ᾽ Ἀθάμας τε κασίγνητοι γεγάασιν.
Κρηθῆος δ᾽ υἱωνὸς ἐγὼ σὺν τοισίδ᾽ ἑταίροις
Ἑλλάδος ἐξ αὐτῆς νέομ᾽ ἐς πόλιν Αἰήταο.
1165ἀλλὰ τὰ μὲν καὶ ̣̣αῦτις ἐνίφομεν ἀλλήλοισιν.
νῦν δ᾽ ἕσσασθε πάροιθεν: ὑπ᾽ ἐννεσίῃσι δ᾽ ὀίω
ἀθανάτων ἐς χεῖρας ἐμὰς χατέοντας ἱκέσθαι.’
ῥα, καὶ ἐκ νηὸς δῶκέ σφισιν εἵματα δῦναι.
πασσυδίῃ δἤπειτα κίον μετὰ νηὸν Ἄρηος,
1170μῆλ᾽ ἱερευσόμενοι: περὶ δ᾽ ἐσχάρῃ ἐστήσαντο
ἐσσυμένως, τ᾽ ἐκτὸς ἀνηρεφέος πέλε νηοῦ
στιάων: εἴσω δὲ μέλας λίθος ἠρήρειστο
ἱερός, ποτε πᾶσαι Ἀμαζόνες εὐχετόωντο.
οὐδέ σφιν θέμις ἦεν, ὅτ᾽ ἀντιπέρηθεν ἵκοιντο,
1175μήλων τ᾽ ἠδὲ βοῶν τῇδ᾽ ἐσχάρῃ ἱερὰ καίειν:
ἀλλ᾽ ἵππους δαίτρευον, ἐπηετανὸν κομέουσαι.
αὐτὰρ ἐπεὶ ῥέξαντες ἐπαρτέα δαῖτ᾽ ἐπάσαντο,
δὴ τότ ἄρ᾽ Αἰσονίδης μετεφώνεεν, ἦρχέ τε μύθων:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (1 total)
  • Commentary references to this page (1):
    • George W. Mooney, Commentary on Apollonius: Argonautica, 3.344
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: