previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοῖσι μὲν οὔτε βοῶν ἄροτος μέλει, οὔτε τις ἄλλη
φυταλιὴ καρποῖο μελίφρονος: οὐδὲ μὲν οἵγε
ποίμνας ἑρσήεντι νομῷ ἔνι ποιμαίνουσιν.
1005ἀλλὰ σιδηροφόρον στυφελὴν χθόνα γατομέοντες
ὦνον ἀμείβονται βιοτήσιον, οὐδέ ποτέ σφιν
ἠὼς ἀντέλλει καμάτων ἄτερ, ἀλλὰ κελαινῇ
λιγνύι καὶ καπνῷ κάματον βαρὺν ὀτλεύουσιν.
τοὺς δὲ μετ᾽ αὐτίκ᾽ ἔπειτα Γενηταίου Διὸς ἄκρην
1010γνάμψαντες σώοντο παρὲκ Τιβαρηνίδα γαῖαν.
ἔνθ᾽ ἐπεὶ ἄρ κε τέκωνται ὑπ᾽ ἀνδράσι τέκνα γυναῖκες,
αὐτοὶ μὲν στενάχουσιν ἐνὶ λεχέεσσι πεσόντες,
κράατα δησάμενοι: ταὶ δ᾽ εὖ κομέουσιν ἐδωδῇ
ἀνέρας, ἠδὲ λοετρὰ λεχώια τοῖσι πένονται.
1015    ἱρὸν δ᾽ αὖτ᾽ ἐπὶ τοῖσιν ὄρος καὶ γαῖαν ἄμειβον,
ἔνι Μοσσύνοικοι ἀν᾽ οὔρεα ναιετάουσιν
μόσσυνας, καὶ δ᾽ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν.
ἀλλοίη δὲ δίκη καὶ θέσμια τοῖσι τέτυκται.
ὅσσα μὲν ἀμφαδίην ῥέζειν θέμις, ἐνὶ δήμῳ,
1020 ἀγορῇ, τάδε πάντα δόμοις ἔνι μηχανόωνται:
ὅσσα δ᾽ ἐνὶ μεγάροις πεπονήμεθα, κεῖνα θύραζε
ἀψεγέως μέσσῃσιν ἐνὶ ῥέζουσιν ἀγυιαῖς.
οὐδ᾽ εὐνῆς αἰδὼς ἐπιδήμιος, ἀλλά, σύες ὣς
φορβάδες, οὐδ᾽ ἠβαιὸν ἀτυζόμενοι παρεόντας,
1025μίσγονται χαμάδις ξυνῇ φιλότητι γυναικῶν.
αὐτὰρ ἐν ὑψίστῳ βασιλεὺς μόσσυνι θαάσσων
ἰθείας πολέεσσι δίκας λαοῖσι δικάζει,
σχέτλιος. ἢν γάρ πού τί θεμιστεύων ἀλίτηται,
λιμῷ μιν κεῖν᾽ ἦμαρ ἐνικλείσαντες ἔχουσιν.
1030    τοὺς παρανισσόμενοι καὶ δὴ σχεδὸν ἀντιπέρηθεν
νήσου Ἀρητιάδος τέμνον πλόον εἰρεσίῃσιν
ἠμάτιοι: λιαρὴ γὰρ ὑπὸ κνέφας ἔλλιπεν αὔρη.
ἤδη καί τιν᾽ ὕπερθεν Ἀρήιον ἀίσσοντα
ἐνναέτην νήσοιο δι᾽ ἠέρος ὄρνιν ἴδοντο,
1035ὅς ῥα τιναξάμενος πτέρυγας κατὰ νῆα θέουσαν
ἧκ᾽ ἐπί οἱ πτερὸν ὀξύ: τὸ δ᾽ ἐν λαιῷ πέσεν ὤμῳ
δίου Ὀιλῆος: μεθέηκε δὲ χερσὶν ἐρετμὸν
βλήμενος: οἱ δὲ τάφον πτερόεν βέλος εἰσορόωντες.
καὶ τὸ μὲν ἐξείρυσσε παρεδριόων Ἐρυβώτης,
1040ἕλκος δὲ ξυνέδησεν, ἀπὸ σφετέρου κολεοῖο
λυσάμενος τελαμῶνα κατήορον: ἐκ δ᾽ ἐφαάνθη
ἄλλος ἐπὶ προτέρῳ πεποτημένος: ἀλλά μιν ἥρως
Εὐρυτίδης Κλυτίοσ--πρὸ γὰρ ἀγκύλα τείνατο τόξα,
ἧκε δ᾽ ἐπ᾽ οἰωνὸν ταχινὸν βέλοσ--αὐτὰρ ἔπειτα
1045πλῆξεν: δινηθεὶς δὲ θοῆς πέσεν ἀγχόθι νηός.
τοῖσιν δ᾽ Ἀμφιδάμας μυθήσατο, παῖς Ἀλεοῖο:
νῆσος μὲν πέλας ἧμιν Ἀρητιάς: ἴστε καὶ αὐτοὶ
τούσδ᾽ ὄρνιθας ἰδόντες. ἐγὼ δ᾽ οὐκ ἔλπομαι ἰοὺς
τόσσον ἐπαρκέσσειν εἰς ἔκβασιν. ἀλλά τιν᾽ ἄλλην
1050μῆτιν πορσύνωμεν ἐπίρροθον, εἴ γ᾽ ἐπικέλσαι
μέλλετε, Φινῆος μεμνημένοι, ὡς ἐπέτελλεν.
οὐδὲ γὰρ Ἡρακλέης, ὁπότ᾽ ἤλυθεν Ἀρκαδίηνδε,
πλωίδας ὄρνιθας Στυμφαλίδας ἔσθενε λίμνης
ὤσασθαι τόξοισι, τὸ μέν τ᾽ ἐγὼ αὐτὸς ὄπωπα.
1055ἀλλ᾽ ὅγε χαλκείην πλατάγην ἐνὶ χερσὶ τινάσσων
δούπει ἐπὶ σκοπιῆς περιμήκεος: αἱ δ᾽ ἐφέβοντο
τηλοῦ, ἀτυζηλῷ ὑπὸ δείματι κεκληγυῖαι.
τῶ καὶ νῦν τοίην τιν᾽ ἐπιφραζώμεθα μῆτιν:
αὐτὸς δ᾽ ἂν τὸ πάροιθεν ἐπιφρασθεὶς ἐνέποιμι.
1060ἀνθέμενοι κεφαλῇσιν ἀερσιλόφους τρυφαλείας,
ἡμίσεες μὲν ἐρέσσετ᾽ ἀμοιβαδίς, ἡμίσεες δὲ
δούρασί τε ξυστοῖσι καὶ ἀσπίσιν ἄρσετε νῆα.
αὐτὰρ πασσυδίῃ περιώσιον ὄρνυτ᾽ ἀυτὴν
ἀθρόοι, ὄφρα κολῳὸν ἀηθείῃ φοβέωνται
1065νεύοντάς τε λόφους καὶ ἐπήορα δούραθ᾽ ὕπερθεν.
εἰ δέ κεν αὐτὴν νῆσον ἱκώμεθα, δὴ τότ᾽ ἔπειτα
σὺν κελάδῳ σακέεσσι πελώριον ὄρσετε δοῦπον.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: