previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


260    αἱ μὲν ἄρ᾽ ὧς ἀγόρευον ἐπὶ προμολῇσι κιόντων.
ἤδη δὲ δμῶές τε πολεῖς δμωαί τ᾽ ἀγέροντο:
μήτηρ δ᾽ ἀμφ᾽ αὐτὸν βεβολημένη. ὀξὺ δ᾽ ἑκάστην
δῦνεν ἄχος: σὺν δέ σφι πατὴρ ὀλοῷ ὑπὸ γήραι
ἐντυπὰς ἐν λεχέεσσι καλυψάμενος γοάασκεν.
265αὐτὰρ τῶν μὲν ἔπειτα κατεπρήυνεν ἀνίας
θαρσύνων, δμώεσσι δ᾽ ἀρήια τεύχε᾽ ἀείρειν
πέφραδεν: οἱ δέ τε σῖγα κατηφέες ἠείροντο.
μήτηρ δ᾽ ὡς τὰ πρῶτ᾽ ἐπεχεύατο πήχεε παιδί,
ὧς ἔχετο κλαίουσ᾽ ἀδινώτερον, ἠύτε κούρη
270οἰόθεν ἀσπασίως πολιὴν τροφὸν ἀμφιπεσοῦσα
μύρεται, οὐκ εἰσὶν ἔτ᾽ ἄλλοι κηδεμονῆες,
ἀλλ᾽ ὑπὸ μητρυιῇ βίοτον βαρὺν ἡγηλάζει:
καί νέον πολέεσσιν ὀνείδεσιν ἐστυφέλιξεν,
τῇ δέ τ᾽ ὀδυρομένῃ δέδεται κέαρ ἔνδοθεν ἄτῃ,
275οὐδ᾽ ἔχει ἐκφλύξαι τόσσον γόον, ὅσσον ὀρεχθεῖ:
ὧς ἀδινὸν κλαίεσκεν ἑὸν παῖδ᾽ ἀγκὰς ἔχουσα
Ἀλκιμέδη, καὶ τοῖον ἔπος φάτο κηδοσύνῃσιν:
αἴθ᾽ ὄφελον κεῖν᾽ ἦμαρ, ὅτ᾽ ἐξειπόντος ἄκουσα
δειλὴ ἐγὼ Πελίαο κακὴν βασιλῆος ἐφετμήν,
280αὐτίκ᾽ ἀπὸ ψυχὴν μεθέμεν, κηδέων τε λαθέσθαι,
ὄφρ᾽ αὐτός με τεῇσι φίλαις ταρχύσαο χερσίν,
τέκνον ἐμόν: τὸ γὰρ οἶον ἔην ἔτι λοιπὸν ἐέλδωρ
ἐκ σέθεν, ἄλλα δὲ πάντα πάλαι θρεπτήρια πέσσω.
νῦν γε μὲν τὸ πάροιθεν Ἀχαιιάδεσσιν ἀγητὴ
285δμωὶς ὅπως κενεοῖσι λελείψομαι ἐν μεγάροισιν,
σεῖο πόθῳ μινύθουσα δυσάμμορος, ἔπι πολλὴν
ἀγλαΐην καὶ κῦδος ἔχον πάρος, ἔπι μούνῳ
μίτρην πρῶτον ἔλυσα καὶ ὕστατον. ἔξοχα γάρ μοι
Εἰλείθυια θεὰ πολέος ἐμέγηρε τόκοιο.
290 μοι ἐμῆς ἄτης: τὸ μὲν οὐδ᾽ ὅσον, οὐδ᾽ ἐν ὀνείρῳ
ὠισάμην, εἰ Φρίξος ἐμοὶ κακὸν ἔσσετ᾽ ἀλύξας.’
ὧς ἥγε στενάχουσα κινύρετο: ταὶ δὲ γυναῖκες
ἀμφίπολοι γοάασκον ἐπισταδόν: αὐτὰρ τήνγε
μειλιχίοις ἐπέεσσι παρηγορέων προσέειπεν:
295    μή μοι λευγαλέας ἐνιβάλλεο, μῆτερ, ἀνίας
ὧδε λίην, ἐπεὶ οὐ μὲν ἐρητύσεις κακότητος
δάκρυσιν, ἀλλ᾽ ἔτι κεν καὶ ἐπ᾽ ἄλγεσιν ἄλγος ἄροιο.
πήματα γάρ τ᾽ ἀίδηλα θεοὶ θνητοῖσι ϝέμουσιν,
τῶν μοῖραν κατὰ θυμὸν ἀνιάζουσά περ ἔμπης
300τλῆθι φέρειν: θάρσει δὲ συνημοσύνῃσιν Ἀθήνης,
ἠδὲ θεοπροπίοισιν, ἐπεὶ μάλα δεξιὰ Φοῖβος
ἔχρη, ἀτὰρ μετέπειτά γ᾽ ἀριστήων ἐπαρωγῇ.
ἀλλὰ σὺ μὲν νῦν αὖθι μετ᾽ ἀμφιπόλοισιν ἕκηλος
μίμνε δόμοις, μηδ᾽ ὄρνις ἀεικελίη πέλε νηί:
305κεῖσε δ᾽ ὁμαρτήσουσιν ἔται δμῶές τε κιόντι.’
, καὶ μὲν προτέρωσε δόμων ἐξῶρτο νέεσθαι.
οἷος δ᾽ ἐκ νηοῖο θυώδεος εἶσιν Ἀπόλλων
δῆλον ἀν᾽ ἠγαθέην, ἠὲ Κλάρον, ὅγε Πυθώ,
Αυκίην εὐρεῖαν, ἐπὶ Ξάνθοιο ῥοῇσιν,
310τοῖος ἀνὰ πληθὺν δήμου κίεν: ὦρτο δ᾽ ἀυτὴ
κεκλομένων ἄμυδις. τῷ δὲ ξύμβλητο γεραιὴ
Ἰφιὰς Ἀρτέμιδος πολιηόχου ἀρήτειρα,
καί μιν δεξιτερῆς χειρὸς κύσεν, οὐδέ τι φάσθαι
ἔμπης ἱεμένη δύνατο, προθέοντος ὁμίλου:
315ἀλλ᾽ μὲν λίπετ᾽ αὖθι παρακλιδόν, οἷα γεραιὴ
ὁπλοτέρων, δὲ πολλὸν ἀποπλαγχθεὶς ἐλιάσθη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: