previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

ὅρα παροῦσα, παρθέν᾽ Ἠλέκτρα, πέλας,
μὴ κατθανών σε σύγγονος λέληθ᾽ ὅδε:
210οὐ γάρ μ᾽ ἀρέσκει τῷ λίαν παρειμένῳ.

Ὀρέστης

φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου,
ὡς ἡδύ μοι προσῆλθεςἐν δέοντί γε.
πότνια Λήθη τῶν κακῶν, ὡς εἶ σοφὴ
καὶ τοῖσι δυστυχοῦσιν εὐκταία θεός.
215

πόθεν ποτ᾽ ἦλθον δεῦρο; πῶς δ᾽ ἀφικόμην;
ἀμνημονῶ γάρ, τῶν πρὶν ἀπολειφθεὶς φρενῶν.

Ἠλέκτρα

φίλταθ᾽, ὥς μ᾽ ηὔφρανας εἰς ὕπνον πεσών.
βούλῃ θίγω σου κἀνακουφίσω δέμας;

Ὀρέστης

λαβοῦ λαβοῦ δῆτ᾽, ἐκ δ᾽ ὄμορξον ἀθλίου
220στόματος ἀφρώδη πέλανον ὀμμάτων τ᾽ ἐμῶν.

Ἠλέκτρα

ἰδού: τὸ δούλευμ᾽ ἡδύ, κοὐκ ἀναίνομαι
ἀδέλφ᾽ ἀδελφῇ χειρὶ θεραπεύειν μέλη.

Ὀρέστης

ὑπόβαλε πλευροῖς πλευρά, καὐχμώδη κόμην
ἄφελε προσώπου: λεπτὰ γὰρ λεύσσω κόραις.

Ἠλέκτρα

225 βοστρύχων πινῶδες ἄθλιον κάρα,
ὡς ἠγρίωσαι διὰ μακρᾶς ἀλουσίας.

Ὀρέστης

κλῖνόν μ᾽ ἐς εὐνὴν αὖθις: ὅταν ἀνῇ νόσος
μανίας, ἄναρθρός εἰμι κἀσθενῶ μέλη.

Ἠλέκτρα

ἰδού. φίλον τοι τῷ νοσοῦντι δέμνιον,
230ἀνιαρὸν ὂν τὸ κτῆμ᾽, ἀναγκαῖον δ᾽ ὅμως.

Ὀρέστης

αὖθίς μ᾽ ἐς ὀρθὸν στῆσον, ἀνακύκλει δέμας:
δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο.

Ἠλέκτρα

κἀπὶ γαίας ἁρμόσαι πόδας θέλεις,
χρόνιον ἴχνος θείς; μεταβολὴ πάντων γλυκύ.

Ὀρέστης

235μάλιστα: δόξαν γὰρ τόδ᾽ ὑγιείας ἔχει.
κρεῖσσον δὲ τὸ δοκεῖν, κἂν ἀληθείας ἀπῇ.

Ἠλέκτρα

ἄκουε δὴ νῦν, κασίγνητον κάρα,
ἕως ἐῶσιν εὖ φρονεῖν Ἐρινύες.

Ὀρέστης

λέξεις τι καινόν: κεἰ μὲν εὖ, χάριν φέρεις:
240εἰ δ᾽ ἐς βλάβην τιν᾽, ἅλις ἔχω τὸ δυστυχεῖν.

Ἠλέκτρα

Μενέλαος ἥκει, σοῦ κασίγνητος πατρός,
ἐν Ναυπλίᾳ δὲ σέλμαθ᾽ ὥρμισται νεῶν.

Ὀρέστης

πῶς εἶπας; ἥκει φῶς ἐμοῖς καὶ σοῖς κακοῖς
ἀνὴρ ὁμογενὴς καὶ χάριτας ἔχων πατρός;

Ἠλέκτρα

245ἥκειτὸ πιστὸν τόδε λόγων ἐμῶν δέχου
Ἑλένην ἀγόμενος Τρωικῶν ἐκ τειχέων.

Ὀρέστης

εἰ μόνος ἐσώθη, μᾶλλον ἂν ζηλωτὸς ἦν:
εἰ δ᾽ ἄλοχον ἄγεται, κακὸν ἔχων ἥκει μέγα.

Ἠλέκτρα

ἐπίσημον ἔτεκε Τυνδάρεως ἐς τὸν ψόγον
250γένος θυγατέρων δυσκλεές τ᾽ ἀν᾽ Ἑλλάδα.

Ὀρέστης

σύ νυν διάφερε τῶν κακῶν: ἔξεστι γάρ:
καὶ μὴ μόνον λέγ᾽, ἀλλὰ καὶ φρόνει τάδε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: