Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
θρόει τίς κακῶν τελευτὰ μένει. Ἠλέκτρα
θανεῖν θανεῖν, τί δ᾽ ἄλλο;
οὐδὲ γὰρ πόθον ἔχει βορᾶς. Χορός
190πρόδηλος ἆρ᾽ ὁ πότμος. Ἠλέκτρα
ἐξέθυσ᾽ ὁ Φοῖβος ἡμᾶς
μέλεον ἀπόφονον αἷμα δοὺς
πατροφόνου ματρός. Χορός
δίκᾳ μέν. Ἠλέκτρα
καλῶς δ᾽ οὔ.
195ἔκανες ἔθανες, ὦ
τεκομένα με μᾶτερ, ἀπὸ δ᾽ ὤλεσας
πατέρα τέκνα τε τάδε σέθεν ἀφ᾽ αἵματος:
200ὀλόμεθ᾽ ἰσονέκυες, ὀλόμεθα.
σύ τε γὰρ ἐν νεκροῖς, τό τ᾽ ἐμὸν οἴχεται
βίου τὸ πλέον μέρος ἐν στοναχαῖσί τε καὶ γόοισι
205δάκρυσί τ᾽ ἐννυχίοις, ἄγαμος
ἐπὶ δ᾽ ἄτεκνος ἅτε βίοτον ἁ
μέλεος ἐς τὸν αἰὲν ἕλκω χρόνον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.