Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11]
τὸ μὲν τοίνυν πρῶτον ἐνέμεινε τοῖς ὡμολογημένοις, ὕστερον δ᾽ ἐπιβουλεύσας μετὰ Ξενοτίμου, τοῦ τοὺς νόμους διαφθείροντος καὶ τὰ δικαστήρια δεκάζοντος καὶ τὰς ἀρχὰς λυμαινομένου καὶ πάντων κακῶν αἰτίου, λαγχάνει μοι δίκην μυρίων δραχμῶν. προβαλλομένου δ᾽ ἐμοῦ μάρτυρα, ὡς οὐκ εἰσαγώγιμος ἦν ἡ δίκη διαίτης γεγενημένης, ἐκείνῳ μὲν οὐκ ἐπεξῆλθεν,